[ ] Att. — stoich. 42 — 387/6 — IG II² 28 Add. (pt. 1.2 p. 656)
1 Θεόδοτος ἦρχε, Παράμυθος Φιλάγρο Ἐρχιεὺς ἐγρμμ]άτε[υε].
ἔδοξεν τῶι δή[μ]ωι· Θεόδοτος ἦρχε, Κεκροπὶς ἐπρυτάνε-
υε, Παράμυθος ἐγραμμάτευε, Δαΐφρων ἐπεστάτει· Πολί-
αγρος εἶπεν· ἐπαι[ν]έσαι μὲν τὸν δῆμον τὸγ Κλαζομενί-
5 ων ὅτι πρόθυμός ἐσ[τι]ν ἐς τὴμ πόλιν τὴν Ἀθηναίων κα[ὶ]
νῦγ καὶ ἐν τῶι πρόσθε[ν] χρόνωι· περὶ δὲ ὧλ λέγοσι, δε[δ]-
όχθαι τῶι δήμωι, [ὑπ]οτε[λ]ο͂ντας Κλαζομενίους τὴν ἐπὶ
Θρασυβούλο εἰκοστὴν πε[ρὶ σ]πονδῶγ καὶ ἀσπονδιῶν π-
ρὸς τοὺς ἐπὶ Χυτῶι καὶ τῶ[ν ὁμήρων], οὓς ἔχουσι Κ[λαζομ]-
10 ένιοι τῶν ἀπὸ Χυτοῦ, κύριο[ν εἶναι τὸν δῆμον τὸγ Κλαζ]-
ομενίων καὶ μὴ ἐξεῖναι τῶ[ι δήμωι τῶι Ἀθηναίωμ <μ>ήτε τ]-
οὺς φεύγοντας κατάγειν ἄ[νευ τοῦ δήμου τοῦ Κλαζομε]-
νίωμ μήτε τῶμ μενόντωμ μηδ[ένα ἐξαιρεῖν· περὶ δὲ ἄρχ]-
οντος καὶ φρουρᾶς διαχειρο[τονῆσαι τὸν δῆμον αὐτί]-
15 κα μάλα, εἴτε χρὴ καθιστάναι ε[ἰς Κλαζομενὰς εἴτε αὐ]-
τοκράτορα εἶναι περὶ τούτων [τὸν δῆμον τὸγ Κλαζομε]-
νίων εἰάν τε βούληται ὑποδέχεσ[θαι εἰάν τε μή. τῶμ πό]-
[λεω]ν ὅθεν σιταγωγο͂νται Κλαζομέ[νιοι, Φωκάας καὶ Χί]-
[ο καὶ Σ]μύρνης, εἶναι ἔνσπονδον αὐ[τοῖς ἐς τὸς λιμένα]-
20 [ς ἐσπλε͂]ν. τοὺς δὲ στρατηγοὺς τοὺς [μετὰ ․․․8․․․․ ἐπι]-
[μεληθῆναι ὅπω]ς ἔσονται σπονδα[ὶ πρὸς ․․․․10․․․․ Κ]-
[λαζομενίοις α]ἱ αὐταὶ καὶ Ἀθηνα[ίοις· ἐχειροτόνησεν]
[ὁ δῆμος αὐτὸς τέ]λη οὐχ ὑποτελοῦ[ντας ἄλλα οὐδὲ φρου]-
[ρὰν ἐσδεχομένος] οὐδὲ ἄρχοντα ὑ[ποδεχομένος ἐλευθ]-
25 [έρος ἐ͂ναι καθὰ Ἀθη]ναίους. περὶ [δὲ ․․․․․․15․․․․․․․]
[․․․․․12․․․․․ κύριον εἶ?]ναι βα[σιλέα — — — — — — —]
[․․․․․․․․․20․․․․․․․․․ ψ]ηφι[— — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us