[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — 217/218 AD? — SEG 18.692; SB 10057 — ZPE 87 (1991) 59-64 — GRBS 32 (1991) 203-213
1 Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος
τοῦ μεγάλου Σαράπιδ[ος ․․․․․․․ν]ί̣κης
ξυστάρχης γενόμενο[ς ἀρχιδ]ικαστὴς
τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων.
5 v ὁρκίζω σέ, ἄνθρωπε, τὸν̣ [παρ]ελ̣[θό]ν̣τα
θεοὺς καὶ θεὰς καὶ δαίμονα[ς τούς μεγ]ίστους
τὸν χῶρον κατέχοντας μήτ[ε γ]ράμμα
ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ[ί]θ̣ον
ἀφελεῖν. τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός
10 μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς
καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ-
λά μοι συναποδημήσαντ̣ος καὶ καμόντος
παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτά σου
δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν
15 ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον-
τι δὲ τὰ ἐναντία. {²vac.}²
Search Help
Contact Us