[ ]
Abys. — Axume (Aksum) — 4th/5th c. AD — ZPE 45 (1982) 105-114
1 | Ἀειζανᾶς βασιλεὺς Ἀξωμιτῶν καὶ Ὁμηριτῶν |
καὶ τοῦ Ῥαειδᾶν καὶ Αἰθιόπων καὶ Σαβαειτῶν | |
καὶ τοῦ Σιλεῆ καὶ τοῦ Τιαμῶ καὶ Βουγαειτῶν κ(αὶ) | |
τοῦ Κάσου, βασιλεὺς βασιλέων, υἱὸς θεοῦ ἀνική- | |
5 | του Ἄρεως, ἀτακτησάντων κατὰ καιρὸν τοῦ |
ἔθνους τῶν Βουγαειτῶν ἀπεστίλαμεν τοὺς | |
ἡμετέρους ἀδελφοὺς Σαζανᾶν κ(αὶ) τὸν Ἀδιφᾶν | |
τούτους πολεμῆσαι καὶ παραδεδωκότων αὐ- | |
τῶν ὑποτάξαντες αὐτοὺς ἤγαγον πρὸς ἡμᾶς | |
10 | μετὰ καὶ τοῦ ὄχλου αὐτῶν ὅλου καὶ τῶν θρεμμά- |
των βοῶν ͵Γριβʹ καὶ προβάτων ͵ϛσκδʹ καὶ νω- | |
τοφόρων χοζʹ, θρέψαντες αὐτοὺς βόεσίν τε | |
καὶ ἐπισιτισμῷ ἀννών(ης), οἴν(ῳ) τε κ(αὶ) ὑδρομέλιτι, | |
ζύτῳ κ(αὶ) ὑδρεύμασιν εἰς χορτασίαν ἐπὶ μῆνας | |
15 | τέσσαρας οἵτιναις ἦσαν τὸν ἀριθμὸν ͵Δυκʹ, |
ἀννωνευόμενοι καθ’ ἑκάστην ἡμέραν ἄρτους | |
σιτίνους μυ(ριάδας) βʹ ͵β, ἄχρεις αὐτοὺς μετοικίσωμεν. | |
τούτους οὖν ἐνεχθέντας πρὸς ἡμᾶς, δωρησά- | |
μενοι αὐτοῖς πάντα τὰ ἐπιτήδια καὶ ἀμφιάσαν- | |
20 | τες, μετοικίσαντες αὐτοὺς κατεστήσαμεν ἴς τι- |
να τόπον τῆς ἡμετέρας χώρας καλούμενον | |
Μάτλια καὶ ἐκελεύσαμεν αὐτοὺς πάλιν ἀννω- | |
νεύεσθαι ἐπὶ τοῖς ἐκῖσε τόποις, παρασχόμενοι | |
ἑκάστῳ βασιλίσκῳ αὐτῶν βόας ͵Δρϟʹ ἢ | |
25 | ὡς γίνεσθαι τοῖς ἕξασιν βασιλίσκοις βόας μυ(ριάδας) βʹ ͵Ερμʹ· |
ὑπὲρ δὲ εὐχαριστίας τοῦ μαι γεννήσαντος | |
ἀνικήτου Ἄρεως ἀνεθήκαμεν αὐτῷ ἀνδρι- | |
άντα χρύσαιον ἕνα κ(αὶ) ἀργύραιον ἕνα κ(αὶ) χαλκαίους | |
τρὶς καὶ ἀνέθηκα ταύτην τὴν στήλην καὶ παρε- | |
30 | θέμην αὐτὴν τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τῷ μαι |
γεννήσαντι ἀνικήτῳ Ἀρέει· εἴ τις οὖν τοῦτον | |
ἀδικῆσαι βουληθῇ, ἐξολεθρεύσῃ αὐτὸν ὁ θε[ὸς] | |
τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐκριζῶν καὶ μὴ ὑπάρ- | |
[χ]ῃ αὐτοῦ ὄνομα ἐν γῇ ζώντων· καὶ εὐχαρι<σ>- | |
35 | τήσαντες ἀνεθήκαμεν ἐπ’ ἀγαθῷ· palm |
εὐθὺς ἀνεθήκαμεν δὲ τῷ ἀνικήτῳ | |
Ἀρέει ϹΟΥ\ΑΤΕ καὶ ΒΕΔΙΕ. |