[ ] Abys. — Axume (Aksum) — 4th/5th c. AD — ZPE 45 (1982) 105-114
1 Ἀειζανᾶς βασιλεὺς Ἀξωμιτῶν καὶ Ὁμηριτῶν
καὶ τοῦ Ῥαειδᾶν καὶ Αἰθιόπων καὶ Σαβαειτῶν
καὶ τοῦ Σιλεῆ καὶ τοῦ Τιαμῶ καὶ Βουγαειτῶν κ(αὶ)
τοῦ Κάσου, βασιλεὺς βασιλέων, υἱὸς θεοῦ ἀνική-
5 του Ἄρεως,    ἀτακτησάντων κατὰ καιρὸν τοῦ
ἔθνους τῶν Βουγαειτῶν ἀπεστίλαμεν τοὺς
ἡμετέρους ἀδελφοὺς Σαζανᾶν κ(αὶ) τὸν Ἀδιφᾶν
τούτους πολεμῆσαι καὶ παραδεδωκότων αὐ-
τῶν ὑποτάξαντες αὐτοὺς ἤγαγον πρὸς ἡμᾶς
10 μετὰ καὶ τοῦ ὄχλου αὐτῶν ὅλου καὶ τῶν θρεμμά-
των βοῶν ͵Γριβʹ καὶ προβάτων ͵ϛσκδʹ καὶ νω-
τοφόρων χοζʹ, θρέψαντες αὐτοὺς βόεσίν τε
καὶ ἐπισιτισμῷ ἀννών(ης), οἴν(ῳ) τε κ(αὶ) ὑδρομέλιτι,
ζύτῳ κ(αὶ) ὑδρεύμασιν εἰς χορτασίαν ἐπὶ μῆνας
15 τέσσαρας οἵτιναις ἦσαν τὸν ἀριθμὸν ͵Δυκʹ,
ἀννωνευόμενοι καθ’ ἑκάστην ἡμέραν ἄρτους
σιτίνους μυ(ριάδας) βʹ ͵β, ἄχρεις αὐτοὺς μετοικίσωμεν.
τούτους οὖν ἐνεχθέντας πρὸς ἡμᾶς, δωρησά-
μενοι αὐτοῖς πάντα τὰ ἐπιτήδια καὶ ἀμφιάσαν-
20 τες, μετοικίσαντες αὐτοὺς κατεστήσαμεν ἴς τι-
να τόπον τῆς ἡμετέρας χώρας καλούμενον
Μάτλια καὶ ἐκελεύσαμεν αὐτοὺς πάλιν ἀννω-
νεύεσθαι ἐπὶ τοῖς ἐκῖσε τόποις, παρασχόμενοι
ἑκάστῳ βασιλίσκῳ αὐτῶν βόας ͵Δρϟʹ ἢ
25 ὡς γίνεσθαι τοῖς ἕξασιν βασιλίσκοις βόας μυ(ριάδας) βʹ ͵Ερμʹ·
ὑπὲρ δὲ εὐχαριστίας τοῦ μαι γεννήσαντος
ἀνικήτου Ἄρεως ἀνεθήκαμεν αὐτῷ ἀνδρι-
άντα χρύσαιον ἕνα κ(αὶ) ἀργύραιον ἕνα κ(αὶ) χαλκαίους
τρὶς καὶ ἀνέθηκα ταύτην τὴν στήλην καὶ παρε-
30 θέμην αὐτὴν τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τῷ μαι
γεννήσαντι ἀνικήτῳ Ἀρέει· εἴ τις οὖν τοῦτον
ἀδικῆσαι βουληθῇ, ἐξολεθρεύσῃ αὐτὸν ὁ θε[ὸς]
τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐκριζῶν καὶ μὴ ὑπάρ-
[χ]ῃ αὐτοῦ ὄνομα ἐν γῇ ζώντων· καὶ εὐχαρι<σ>-
35 τήσαντες ἀνεθήκαμεν ἐπ’ ἀγαθῷ·  palm
εὐθὺς ἀνεθήκαμεν δὲ τῷ ἀνικήτῳ
Ἀρέει ϹΟΥ\ΑΤΕ καὶ ΒΕΔΙΕ.
Search Help
Contact Us