[ ]
Abys. — Axume (Aksum) — 4th/5th c. AD — JSav (1970) 260-274 — Etudes et Travaux 9 (1976) 6-15 — Klio 58 (1976) 471-479
1 | ἐν τῇ πίστι τοῦ θ[εοῦ καὶ] τῇ δυ̣νά̣μ̣ι̣ τοῦ [Πα]- |
τρὸς καὶ Υἱοῦ καὶ [Ἁ]γί[ο]υ [Π]νε̣ύματος, τ[ῷ] | |
[σ]ώσαντί μοι τὸ βασ[ίλ]ιον τῇ πίστι τοῦ υἱ[οῦ] | |
α̣ὐτοῦ Ἰησοῦ Χριστοῦ, τῷ βοηθήσαντί μο[ι] | |
5 | τῷ καὶ πάντοταί μοι βοηθοῦντι ἐγὼ |
Ἀζαν̣ᾶς βασιλεὺς Ἀξωμιτῶν καὶ Ὁμηρι- | |
[τῶν κ]α̣ὶ τοῦ ΡΕΕΙΔΑΝ καὶ Σαβαειτῶν καὶ | |
τ̣ο̣ῦ̣ Σ[ΙΛ]Ε̣ΗΛ καὶ τοῦ ΧΑΣΩ καὶ Βουγαειτῶν̣ | |
[κ]α̣ὶ τ̣οῦ Τιαμῶ, ΒΙΣΙ ΑΛΗΝΕ, υἱὸς τοῦ ΕΛΛΕ- | |
10 | ΑΜΙΔ̣Α̣, δοῦλος Χριστοῦ, εὐχαριστῶ Κυρίῳ |
τῷ [θεῷ] μου καὶ οὐ δύναμαι εἰπῖν πλίρης | |
τὰς εὐχ̣α̣ριστίας αὐτοῦ, ὅτι οὐ δύναται | |
τὸ στό[μ]α̣ μου καὶ ἡ διάνοιά μου πάσας | |
τὰς εὐχα̣ριστίας ἅ̣σπερ ἐποίησεν μετ’ ἐ- | |
15 | μοῦ, ὅτι ἐπ[οί]ησεν ἐμοὶ ἠσχὺν καὶ δύναμιν |
καὶ ἐχαρίσ[α]τ̣ό μοι ὄ[ν]ομα μέγα διὰ τοῦ υἱοῦ | |
[α]ὐτοῦ εἰς ὃν ἐπ[ί]σ̣τευσα [κα]ὶ ἐποί̣η̣σ̣εν μαι ὁ- | |
[δ]η̣γὸν πάσης τῆς βασιλίας μου̣ δ̣ιὰ̣ τὴν πί- | |
στ[ι]ν τοῦ Χριστοῦ τ[ῷ] θελήματι [αὐ]τοῦ καὶ | |
20 | δυνά̣μι τοῦ̣ Χριστοῦ, ὅτι αὐτὸς ὁ̣δήγησέν |
μαι καὶ ε̣ἰς α[ὐ]τὸν πιστεύω καὶ αὐτὸς ἐγέ- | |
νετό μοι ὁδηγός. ἐξῆλθα πολεμῆσαι | |
τοὺς ΝΩΒΑ, ὅτι κατέκραξαν κατ’ αὐτῶν | |
οἱ ΜΑΝΓΑΡΘΩ καὶ Χ̣ΑΣΑ καὶ ΑΤΙΑΔΙΤΑΙ | |
25 | καὶ ΒΑΡΕΩΤΑΙ λέγοντες ὅτι κατεπόνη- |
σ̣α̣ν ἡμᾶς οἱ ΝΩΒΑ, βοηθήσατε ἡμῖν, ὅτι ἔ- | |
θληψαν ἡμᾶς ἀποκτένοντες. καὶ ἀνέστην̣ | |
ἐν τῇ δυνάμι τοῦ θεοῦ Χριστοῦ, εἰς ὃν ἐπί- | |
σ̣τευσα, κ̣α̣ὶ ὁδήγησέν με. καὶ ἀνέστην ἀ- | |
30 | πὸ Ἀξώμεος ἐν̣ μ̣ινὶ κατὰ Ἀξωμιτὰς ΜΑΓΑ- |
ΒΙΘΕ ηʹ ἡμέρᾳ σαμβάτῳ πίστι τοῦ θεοῦ καὶ | |
ἔφθασα εἰς ΜΑΜΒΑΡΙΑΝ̣ καὶ ἐκῖθεν ἐσιτάρχησα. |