[ ] Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 374 AD — CdE 41 (1966) 361, 1
1 [τ]οῦ παντοκράτορος θεοῦ θελήσαντος καὶ τοῦ
Χριστοῦ αὐτοῦ ἐπὶ τῆς πανευδέμονος βασιλίας τῶν
τὰ πάντα νεικώντων δεσποτῶν ἡμῶν
Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ
5 τῶν αἰωνίων Ἀγούστων ἐν τῇ εὐτυχεστάτῃ
αὐτῶν δεκαετηρίδει τετράπυλον ἐπώνυμον
τοῦ θιοτάτου βασιλέως ἡμῶν Οὐάλεντος ἐκ θεμελίων
ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου λαμπροτάτου
ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου Παλλαδίου,
10 λογιστεύοντος καὶ ἐπικειμένου τῷ κτισθέντι
τετραπύλῳ Φλαουίου Κύρου πολειτευομένου,
ἐπ’ ἀγαθῷ.
{²palma}²
Search Help
Contact Us