[ ] Nub. — Ikhmindi — ca. 550-600 AD — PdP 14 (1959) 458-465
1 [☩ "ε]ἰ Ἐμμανουὴλ μεθ’ ἡμῶ<ν>, τίς καθ’ ἡμῶν;"  ϟθʹ.
τῇ τοῦ θ(εο)ῦ βοηθείᾳ καὶ τῇ φιλανθρω-
πίᾳ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Ἰ(ησο)ῦ Χ(ριστο)ῦ
τοῦ κ(υρίο)υ ἡμῶν ἐγένοτω τοῦτο τὸ ἔρ-
5 γον ἀγαθὸν εἰς σωτηρίαν το͂ν ἀν-
θρώπον καὶ κτηνῶν ἐπὶ τῆς ἐξου-
σίας τοῦ ἐπιφανεστάτ(ου) κ(αὶ) εὐσεβη-
στάτ(ου) ἀγαθοῦ δεσπότου κ(αὶ) φιλο-
χρ(ίστο)υ βασιλέως Τωκιλτωετον ἀπὸ
10 τοῦ ἔθνους το͂ν Νοβάδων κ(αὶ) ἐπὶ τοῦ
εὐγενεστ(άτου) Ἰωσηφίου ἐξάρχου Τάλμ(εως).
ἐπλέρωσεν τὴν οἰκοδωμὴν τὴν
πολλὶν Ἐπῖφι καʹ ἰνδ(ικτιῶνος) γʹ. δι’ ἐμοῦ Ἀβρ-
ααμίου κοράτωρος ἐγράφη· ἐπ’ ἀγαθῷ.
15 Ἰσὰκ κ(αὶ) Ατνεσσι κ(αὶ) Συκνουε οἱ τεχνῖται.
Search Help
Contact Us