[ ] Nub. — Khalewa — JEA 13 (1927) 229, 3 — SB 4.7430
1 ☩ ὁ θ(εὸ)ς τῶν πν(ευμ)άτων καὶ πάσης σαρ-
κός, ὁ τὸν θάνατον καταργήσας καὶ
τὸν Ἅδην καταπατήσας καὶ ζωὴν
τῷ κόσμῳ χαρισάμενος, ἀνάπαυ-
5 σον τὴν ψυχὴν τῆς δούλης σου
Γενσεούα ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ
καὶ Ἰακώβ, ἐν τόπῳ φωτινῷ, ἐν τό-
πῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη
καὶ λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα
10 παρ’ αὐτῆς πραχθὲν ἢ λόγῳ ἢ ἔργῳ ἢ κατὰ
διάνοιαν, ὡς ἀγαθὸς καὶ φιλάν(θρωπ)ος, συγ-
χώρησον, ὅτι οὐκ ἔστιν ἄν(θρωπ)ος, ὃς ζήσεται
καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος πάσης
ἁμαρτίας ἐκτὸς ὑπάρχεις καὶ ἡ δικαιοσύ-
15 νη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, Κ(ύρι)ε,
καὶ ὁ λόγος σου ἀλήθεια· σὺ γὰρ εἶ ἡ ἀνά-
π̣α̣υ̣σις καὶ ἀνάστασις τὴν(!) σὴν δούλην
[Γενσεούα, καὶ σοὶ τὴν δόξαν ἀνα]πέμπωμεν τῷ
[Π(ατρ)ὶ καὶ τῷ Υ(ἱ)ῷ καὶ τῷ Ἁγίῳ Πν(εύματ)ι κα]νῦν κ[αὶ ἀεὶ
20 καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν].
Search Help
Contact Us