[ ] Nub. — Sheikh ‘Arab Hag — JEA 13 (1927) 228, 2 — SB 4.7429
☩ ☩ ☩
1 ὁ θ(εὸ)ς τῶν πν(ευμ)άτων (καὶ) πάσης
σαρκός, ὁ τὸν θάνατον καταρ-
γήσας (καὶ) τὸν Ἅδην καταπατή-
σας (καὶ) ζωὴν τῷ κόσμῳ χαρι-
5 σάμενος, ἀνάπαυσον τὴν ψυ-
χὴν τὴν Ἀγγελόσκω ἐν τόπῳ
φωτινῷ, ἐν τώπῳ {²⁶τόπῳ}²⁶ ἀναψύξεως,
ἔνθα ἀπέδρα ὀδύνη (καὶ) λύπη (καὶ) σ-
τεναγμός· πᾶν ἁμάρτημα πραχ-
10 θὲν ἢ λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοι-
αν, ὡς ἀγαθὸς καὶ φιλάν(θρωπ)ος, συνχώ-
ρησον, ὅτι οὐκ ἔστιν ἄν(θρωπ)ος, ὃς ζή-
σεται (καὶ) οὐχ ἁμαρτήσει· σὺ γὰρ {εἶ}
μόνος πάσης ἁμαρτίας ἐκτὸς
15 ὑπάρχεις καὶ ἡ δι(και)οσύνη{ς} σου
δικαιοσύνη εἰς τὸν αἰῶνα, Κ(ύρι)ε, ὁ λόγος σου
ἡ ἀλήθεια· σὺ γὰρ εἶ ἀνάπαυσις τῶν σῶν <δούλων. ἀνάπαυσον τὸν>
δοῦλόν σου Ἀγγελόσκω κόματι ἔχων(?)
(καὶ) σοὶ τὴν δόξαν ἀν<απ>έμπωμεν τῷ Π(ατ)ρὶ (καὶ) τῷ
20 Υ(ἱ)ῷ καὶ τῷ Ἁγίῳ Πν(εύματ)ι νῦν (καὶ) ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων ϟθʹ ο̣τ̣ι̣ ε̣γ̣
ο̣ὗ̣τ̣ο̣ί̣ ἐστιν ἔτη τῆς ζωῆς ξθʹ.
☩ ☩ ☩
Search Help
Contact Us