[ ] Nub. — Nawi — 858 AD? — JEA 13 (1927) 226, 1 — SB 4.7428
1 ☩ γέρας κ(αὶ) ἄλφησις [κατὰ τ(ὴν) πρόνοι]-
αν τ(ο)ῦ ἐλεήμονος θ(εο)ῦ, ὃς [ἔχει ἐξου]-
σίαν ζωῆς τε κ(αὶ) θανάτ(ο)υ· ἀ[πέστη]
ἀπὸ τ(ῶν) ὧδε πολυστενάκτ(ων) τριβῶ[ν ὁ]
5 μακαρίτης Γεώργιος ἐν μηνὶ Χο[ιὰκ]
ιʹ, ἀπὸ κόσμ(ου) ϛτμεʹ, ἀπὸ δὲ τῆς τ(ο)ῦ Χ(ριστο)ῦ
παρουσίας ωξηʹ, ἀπὸ Διοκλητ(ιανοῦ) φ-
οδʹ. ὁ θ(εό)ς, ἀνάπαυσον τ(ὴν) ψυχὴν
αὐτ(ο)ῦ ἐν κόλποις Ἀβραὰμ κ(αὶ) Ἰσαὰκ κ(αὶ) Ἰ-
10 ακώβ, ἐν τόπῳ φωτινῷ, ἐν τόπῳ
ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύ-
νη κ(αὶ) λύπη κ(αὶ) στεναγμός· πᾶν ἁμάρ-
τημα πραχθὲν ἢ λόγῳ ἢ ἔργῳ
ἢ κατὰ διάνοιαν ἄνες, ἄφες· συγ-
15 χώρησον τὰ παραπτώματα αὐ-
τοῦ ὡς ἀγαθὸς κ(αὶ) φιλάν(θρωπ)ος θ(εὸ)ς
πρεσβείαις πάντ(ων) τ(ῶν) ἁγίων σου. ☩
τὰ δὲ ἔτη τ(ῆς) ζωῆς αὐτ(ο)ῦ πηʹ. ☩
Search Help
Contact Us