[ ]
Eg. — Thebes (Luxor) [E.] — 3rd/2nd c. BC — BIFAO 22 (1923) 191-202 — SB 3.7246
1 | ἔτους [— — — — — —]. |
ἔδοξεν τοῖς ἐκ τοῦ | |
γυμνασίου· ἐπειδὴ Βοΐδας Δημη- | |
τρίου Πέρσης ὁ γυμνασία[ρ]χος καὶ | |
5 | κοσμητὴς ἐμ πλείοσι τῶν συμφε- |
ρόντων τῶι γυμνασίωι γέγονεν χρήσ[ι]- | |
μος, ἑαυτὸν ἐπιδιδοὺς προθύμως | |
εἰς πᾶν τὸ κοινῆι συμφέρον, τούς τε ἀπὸ | |
τῶν ἔμπροσθεν χρόνων λόγους ἀκεφα- | |
10 | λαίως κειμένους προσεδρεύσας τῆι λο- |
γιστείαι οὐκ ὀλία περιπεπόηκεν, δεδό- | |
χθαι ἐπαινέσαι τε αὐτὸν καὶ στεφανοῦν | |
θαλλῶι στεφάνωι κατ’ ἐνιαυτὸν τῇ κηʹ | |
[το]ῦ Ὑπερβερεταίου τοῖς τοῦ βασιλέως | |
15 | γενεθλίοις, ἀναθεῖναι δ’ αὐτοῦ καὶ εἰκόνα |
[γρ]απτήν, στῆσαι δὲ καὶ στήλην ἐν τῶι | |
ἐπιφανεστάτωι τόπω[ι] τοῦ γυμνασίου, | |
ἐν ἧι ἔσται τὸ δόγμα [ἀναγε]γραμμένον, | |
εἶναι δ’ αὐτῶι καὶ ἀπο[γόν]ο[ι]ς ἄλειμμα | |
20 | διὰ βίου, τὰ δ’ εἰς ταῦτα [ἐ]σόμενα |
ἀναλώματα δοθῆναι [ἐκ] κ[οι]νοῦ. |