[ ] Eg. — Arsinoe--Krokodilopolis (Medinet el-Faiyūm) — 3rd c. AD — BSAAlex 21 (1925) 42-47 — SB 4.7452
See also:
1 παρακατα{θ}τ[ί]θομαι {²⁶παρακατατίθομαι}²⁶ ὑμεῖν θεοῖς καταχθον[ίοις] καὶ θεαῖς καταχθονίαις, Πλούτωνι
Υεσμιγαδωθ καὶ̣ Κού̣ρ̣ῃ̣ Π̣ερσεφόνῃ Εροσχιγ̣αλ κ̣α̣ὶ̣ Ἀδώνιδι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ
καταχθονίῳ Θοουθ καὶ Ἀνούβιδι κραταιῷ Ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν καθ’ Ἅδ̣[ου],
καὶ δαίμοσι καταχθονίοις ἀώροις τε καὶ ἀώραις, μέλλαξί τε καὶ παρθένοις, ἐννιαυτοὺς [ἐξ ἐν]-
5 νιαυτῶν, μῆνας ἐκ μηνῶν, ἡμέρας ἐξ ἡμερῶν, νύκτας ἐγ νυκτῶν, ὥρας ἐξ ὡρῶν, ὁρκ̣[ίζω]
πάντας τοὺς δαίμονας τοὺς ἐν τῷ τόπῳ τούτῳ, συνπαράστατε τῷ δαίμονι τούτῳ. διέγι-
ρέ μοι σεαυτὸν νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, καὶ ὕπαγε {ἰς} ἰς πάντα τόπον καὶ
εἰς πᾶν ἄμφοδον καὶ εἰς πᾶσαν οἰκίαν καὶ κατάδησον Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ἐμοὶ Ποσι-
δωνίῳ, ὃν ἔτεκεν Θσενουβάσθις, ὅπως μὴ βεινηθῇ, μὴ πυγισθῇ, μὴ λεικάσῃ, μηδὲν πρὸς
10 ἡδονὴν ποιήσῃ ἄλλῳ ἀνδρὶ εἰ μὴ ἐμοὶ μόνῳ Ποσιδωνίῳ, ἵνα μὴ δύνηται Ἡρωνοῦς μὴ
φαγεῖν, μὴ πεῖν, μὴ στέργειν, μὴ καρτερεῖν, μὴ εὐσταθεῖν, μὴ ὕπνου τυγχάνειν ἐκτὸς ἐμοῦ
Ποσιδωνίου, ὅτι ὁρκίζω σε κατὰ τοῦ ὀνόματος τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούουσα
τὸ ὄνομα ἀνοίγεται, οὗ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα ἔμφοβοι τρέμουσι, οὗ οἱ ποταμοὶ καὶ
θάλασσαι ἀκούουσαι τὸ ὄνομα ἔμφοβοι φοβοῦνται, οὗ αἱ πέτραι ἀκούουσαι τὸ ὄνομα ῥήσσονται, ὁρκί-
15 ζω σε νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, κατὰ τοῦ βαρβαραμχελουμβρα
βαρουχαμβρα ἀδωναίου καὶ κατὰ τοῦ αβραθαβρασαξ σεσενγενβαρφαραγγη καὶ κατὰ τοῦ
ιαω ιωα πακεπτωθ πακεβραωθ σαβαρβαριαωθ μαρει ἐνδόξου καὶ κατὰ τοῦ μαρμαραιωθ καὶ
κατὰ τοῦ μαρμαραωθ μαρμαραυωθ μαρμαραχθα αμαρζα μαρειβαιωθ, μή μου πα-
ρακούσῃς νέκυς δαίμων, ὅστις ποτὲ εἶ, καὶ ὕπαγε ἰς πάντα τόπον καὶ ἰς πᾶν ἄμφο-
20 δον καὶ εἰς πᾶσαν οἰκίαν καὶ ἔνεγκέ μοι Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, καὶ κατάσχες αὐτῆς
τὸν βροτὸν καὶ τὸν πότον, μὴ ἐάσῃς Ἡρωνοῦν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ
μόνου Ποσιδωνίου, ὃν ἔτεκεν Θσενουβάσθις, ἕλκεται Ἡρωνοῦν τῶν τριχῶν καὶ τῶν
σπλάγχνων αὐτῆς πρὸς ἐμὲ Ποσιδώνιον πᾶσαν ὥραν τοῦ αἰῶνος, νυκτὸς καὶ ἡμέρας,
μέχρι οὗ ἔλθῃ Ἡρωνοῦς πρὸς ἐμὲ Ποσιδώνιον καὶ ἀδιαχώριστόν μου αὐτὴν ποιήσῃς μέ-
25 χρι θανάτου, ἵν’ ἔχω αὐτὴν Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ὑποτεταγμένην ἐγὼ Πο-
σιδώνιος, ὃν ἔτεκεν Θσενουβάσθις, ἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου. ἤδη,
ἤδη, ταχύ, ταχύ. ἐὰν τοῦτό μοι ποιήσῃς, ἀπολύσω σε.
Search Help
Contact Us