[ ] Eg. — El Gīza — 22/3 AD — ASAE 29 (1929) 77-80 — SB 4.7738
1 [ἔτου]ς̣ ἐνάτου Τιβερίου Καίσαρος Σεβα[στοῦ, ․c.5․]-
[․], οἱ ἀπὸ Βουσίρεως [τ]οῦ Λητοπολίτου νο[μοῦ συνε]-
[λ]θόντες ὁμοθυμαδὸν τάδε ἐψηφίσαν[το· ἐπεὶ]
Γναῖος Πομπήϊος Σαβεῖνος ὁ στρατηγὸ[ς ἡμῶν]
5 οὐ διαλίπει πρὸς τοὺς ἀπὸ τοῦ νομοῦ ἐκτε[νῶς καὶ
φιλανθρώπως διακείμενος, μάλιστα δὲ π̣[ροάγων δι]-
ὰ παντὸς ἐπ’ εὐεργεσίαι τοὺς τὴν κώμ[ην κατοι]-
[κ]οῦντας, ἔν τε ταῖς δικαιοδοσίαις κατ’ ἴσον [ἀεὶ τὸ]
[δ]ίκαιον καθαρῶς καὶ ἀδωροδοκήτως κατὰ [τὴν τοῦ]
10 [θ]ειοτάτου ἡγεμόνος Γαΐου Γαλερίου βο[ύλησιν]
[ἀ]π[ο]νέμει, καὶ τὴν δὲ τῶν χωμάτων  κατε[ργασίαν]
[ἐν τ]οῖς δέουσιν καιροῖς μετὰ πάσης ἐπιμε[λείας]
[π]οιεῖται ἀδεκάστως ἀναδεχόμενος πό[νον καὶ νυ]-
[κτὸς] καὶ μεθ’ ἡμέραν ἄχρι συνετέλεσεν, [ὥστε καὶ]
15 [τῶν] πεδίων πάνυ λιμνασθέντων ὑπέρ[μεγαν]
[σπ][ρ]ον γεγονέναι, ἐποίησεν δὲ καὶ τοῖς [τὰ τῆς κώμ]-
[ης] χώματα ἐργαζομένοις πρὸς τὸ ἀδι[αβόλους]
[καὶ] ἀσυκοφαντήτους εἶναι παρὰ τὸ πάλ̣[αι σπό]-
[ρ]ον προεῖσθαι, ἔτι [δ]ὲ καὶ τὴν τῶν δημο[σίων διά]-
20 [π]ρασιν ποιεῖται μετὰ πάσης ἐπεικείας, [ἄνευ τε βί]-
[α]ς καὶ ἐπηρείας, ὃ [δ]ὴ μ[έ]γιστόν ἐστιν πρὸ[ς εὐδαιμο]-
νίαν καὶ συνμον[ὴ]ν τῶν κωμῶν, καὶ [ἃ ἡ κώμη ὤφει]-
λε ἄλλοις τοῖς τῆς [στρ]ατηγίας πραγμα[τικοῖς]
ἐπιτελῶν [τ]οὺς [γεωργοὺ]ς φυλάττει ἀνυ[πόπτους]
25 καὶ ἀζημίους [ὃν τ]ρόπον ἦν προσῆκον, [τούτων]
χάριν καὐτοὶ βουλ[όμεν]οι ἀμείβεσθαι χά[ρισιν],
[ἐ]κρίναμεν τιμῆσαι τὸν π[ρο]γεγραμμένον Γν[αῖον]
[Π]ομπήϊον Σαβεῖνον τὸν στρατηγὸν στήλη[ι λι]-
[θίν]ηι πε[ρ]ιεχούσηι τόδε τὸ ψήφισμα, ἣν κα[ὶ σ]-
30 [τῆσ]αι ἐν τῶι τῆς κώμης ἐπισημοτάτωι τόπ[ωι],
[ἀποδο]ῦναι δὲ αὐτῶι καὶ ἀντίγραφον [ὑπογ]εγραμμ[έ]-
[νον ὑπὸ ὅσω]ν πλείστων, ὃ καὶ κύριο[ν ἔ]στ[αι].
Search Help
Contact Us