[ ] Eg. — Patoumos (Tell el-Maskhuta) — 217 BC — H. Gauthier, H. Sottas, Un décret trilingue (1925) — SB 5.7172
A — — — — — —
1 καὶ τἆλλα τὰ νομιζόμενα
πρὸς τὴν τοιαύτην ὑποδοχὴν
στεφανηφοροῦντες καὶ πανη-
γυρίζοντες μετὰ θυσιῶν καὶ
5 σπονδῶν καὶ προθέσεων· εἰσ-
ελθών τε ὁ βασιλεὺς εἰς τὰ ἱερὰ
καὶ θύσας ἀνέθηκεν προσόδους
αὐτοῖς χωρὶς τῶν προανακει-
μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου
10 χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,
καὶ τῶν ἐν τοῖς ἀδύτοις ἱερῶν
ἀγαλμάτων τά τε λείποντα ἐξ ἀρ-
χαίων χρόνων καὶ τὰ προσδεόμενα
ἐπανορθώσεως ἀνενεώσατο, χορη-
15 γήσας εἰς ταῦτα πολὺ πλῆθος χρυσί-
ου καὶ ἀργυρίου καὶ λίθων πολυτε-
λῶν καὶ τῶν ἄλλων {πολυτελῶν
καὶ τῶν ἄλλων}, ὧν χρεία ἦν, καίπερ
πολλῆς αὐτῶι δαπάνης γεγενημέ-
20 νης ἐν τῆι στρατείαι καὶ ἐστεφανω-
κότος αὐτοῦ τὰς δυνάμεις χρυσῶν
μυριάδων τριάκοντα, τῶν τε ἱερῶν
καὶ τῶν περὶ τὰ ἱερὰ διατριβόντων
καὶ τῶν ἄλλων τῶν ἐν τῆι χώραι
25 τὴν πᾶσαν ἐπιμέλειαν ἐποιήσατο
εὐχαριστῶν τοῖς θεοῖς ἐπὶ τῶι συν-
[τελ]έσαι αὐτοὺς ἃ ἐπηγγείλαντο
[αὐτῶι· ἀ]γαθῆι τύχηι δεδόχθαι
[τοῖς κα]τὰ τὴν χώραν ἱερεῦ-
30 [σιν τάς τε π]ροϋπαρχούσας τιμὰς
[ἐν τοῖς ἱεροῖς βα]σιλεῖ Πτολεμαίωι
[καὶ βασιλίσσηι Ἀρσινό]ηι θεοῖς Φιλο-
[πάτορσιν καὶ τοῖς γονεῦ]σιν αὐτῶν
[θεοῖς Εὐεργέταις καὶ τοῖς προ]γόνοις
35 [θεοῖς Ἀδελφοῖς καὶ θεοῖς Σωτῆρ-
[σιν ἐπαύξειν μεγάλως — — —]
B.36a — — — — — —
37 θεῶν Σωτήρων, [ἥτις τυγ]-
χάνει προτετιμημένη
ὑπ’ αὐτοῦ καὶ εὐξημέ-
40 νη ἐπιφανῶς, ἄγεσθαι
κατὰ μῆνα τὴν πρώτην
δεκάτην ἑορτὴν ἐν πᾶσι[ν]
τοῖς κατὰ τὴν χώραν ἱερο[ῖς]
καὶ θυσίας καὶ σπονδὰς [καὶ]
45 τὰ λοιπὰ τὰ νομιζόμενα γ[ί]-
νεσθαι ἐν ταῖς ἄλλαις ἑορ[ταῖς]
συντελεῖσθαι κατὰ μῆνα [ἐν]
ταύτηι τῆι ἡμέραι καὶ τὰ
παρασκευασθέντα εἰς τὴν
50 θυσίαν ἐπιδιαιρεῖσθαι πᾶσιν
τοῖς τὸ ἱερὸν θεραπεύουσιν
51a
[— — c.14 lines missing — —]
52 [τὰς τῶν ἄλλων θεῶν ἐπωνύ]-
μους ἡμέρας, ὅπως [οἱ ἐν]
[Αἰγύπτωι πάντες φαίνωνται]
55 [αὔξοντες καὶ τιμῶντες]
[τοὺς Φιλοπάτορας θεοὺς —]
— — — — — —
Search Help
Contact Us