[ ]
Att. — stoich. 57-61 — 405/4 — IG II² 1 Add. (pt. 1.2 p. 655)
| 1 | Κηφισοφῶν Παιανιεὺς |
| ἐγραμμάτευε. | |
| Σαμίοις ὅσοι μετὰ το͂ δήμο το͂ Ἀθηναί- | |
| ων ἐγένοντο. | |
| 5 | ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Κεκροπὶς ἐπρυτάνευε, Πόλυμνις Εὐωνυμεὺς |
| ἐγραμμάτευε, Ἀλεξίας ἦρχε, Νικοφῶν Ἀθμονεὺς ἐπεστάτει· γνώμη Κλεσόφο | |
| καὶ συνπρυτάνεων· ἐπαινέσαι τοῖς πρέσβεσι τοῖς Σαμίοις τοῖς τε προτέρο- | |
| ις ἥκοσι καὶ τοῖς νῦν καὶ τῆι βολῆι καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ἄλλοις | |
| Σαμίοις ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοι ποιε͂ν ὅτι δύνανται ἀγαθόν, | |
| 10 | καὶ τὰ πεπραγμένα αὐτοῖς ὅτι δοκο͂σιν ὀρθῶς ποιῆσαι Ἀθηναίοις καὶ Σαμί- |
| οις· καὶ ἀντὶ ὧν εὖ πεποιήκασιν Ἀθηναίος καὶ νῦν περὶ πολλο͂ ποιο͂νται καὶ | |
| ἐσηγο͂νται ἀγαθά· δεδόχθαι τῆι βολῆι καὶ τῶι δήμωι, Σαμίος Ἀθηναίος ἐ͂ναι, | |
| πολιτευομένος ὅπως ἂν αὐτοὶ βόλωνται· καὶ ὅπως ταῦτα ἔσται ὡς ἐπιτηδειό- | |
| τατα ἀμφοτέροις, καθάπερ αὐτοὶ λέγοσιν, ἐπειδὰν ἐρήνη γένηται, τότε περὶ | |
| 15 | τῶν ἄλλων κοινῆι βολεύεσθαι. τοῖς δὲ νόμοις χρῆσθαι τοῖς σφετέροις αὐτῶν |
| αὐτονόμος ὄντας, καὶ τἆλλα ποιε͂ν κατὰ τὸς ὅρκος καὶ τὰς συνθήκας καθάπερ | |
| ξύνκειται Ἀθηναίοις καὶ Σαμίοις· καὶ περὶ τῶν ἐνκλημάτων ἃ ἂγ γίγνηται | |
| πρὸς ἀλλήλος διδόναι καὶ δέχεσθαι τὰς δίκας κατὰ τὰς συμβολὰς τὰς ὄσας. | |
| [ἐ]ὰν δέ τι ἀναγκαῖογ γίγνηται διὰ τὸν πόλεμον καὶ πρότερον περὶ τῆς πολι- | |
| 20 | [τ]είας, ὥσπερ αὐτοὶ λέγοσιν οἱ πρέσβες, πρὸς τὰ παρόντα βολευομένος ποιε͂ν |
| [ἧ]ι ἂν δοκῆι βέλτιστον ἐ͂ναι. περὶ δὲ τῆς ἐρήνης, ἐὰγ γίγνηται, ἐ͂ναι κατὰ ταὐτὰ | |
| [κ]αθ’ ἅπερ Ἀθηναίοις, καὶ τοῖς νῦν οἰκο͂σιν Σάμον· ἐὰν δὲ πολεμε͂ν δέηι, παρασκ- | |
| [ε]υάζεσθαι αὐτὸς ὡς ἂν δύνωνται ἄριστα πράττοντας μετὰ τῶν στρατηγῶν. | |
| [ἐὰ]ν δὲ πρεσβείαν ποι πέμπωσιν Ἀθηναῖοι, συμπέμπεν καὶ τὸς ἐΞάμο {²⁶ἐξ Σάμο}²⁶ παρόντας, | |
| 25 | [ἐάν] τινα βόλωνται, καὶ συνβολεύεν ὅτι ἂν ἔχωσιν ἀγαθόν. ταῖς δὲ τριήρεσι |
| [ταῖς] ὄσαις ἐσΣάμωι {²⁶ἐν Σάμωι}²⁶ χρῆσθαι αὐτοῖς δο͂ναι ἐπισκευασαμένοις καθ’ ὅτι ἂν αὐ- | |
| [τοῖς δ]οκῆι· τὰ δὲ ὀνόματα τῶν τριηράρχων, ὧν ἦσαν αὗται αἱ νῆες, ἀπογράψαι | |
| [τὸς πρέσ]βες τῶι γραμματεῖ τῆς βολῆς καὶ τοῖς στρατηγοῖς, καὶ τούτων εἴ πό | |
| [τί ἐστι ὄφλημ]α γεγραμμένον ἐν τῶι δημοσίωι ὡς παρεληφότων τὰς τριήρες, | |
| 30 | [ἅπαντα ἐξαλειψά]ντων οἱ νεωροὶ ἁπανταχόθεν, τὰ δὲ σκεύη τῶι δημοσίωι ἐσ- |
| [πραξάντων ὡς τάχιστα κα]ὶ ἐπαναγκασάντων ἀποδο͂ναι τὸς ἔχοντας τούτων | |
| [τι ἐντελῆ. γνώμη Κλεσόφο καὶ] συνπρυτάνεων· τὰ μὲν ἄλλα καθάπερ τῆι βολῆι, | |
| [ἐ͂ναι δὲ πολιτείαν Σαμίων τοῖς ἥ]κοσιν, καθάπερ αὐτοὶ αἰτο͂νται, καὶ νε͂μαι | |
| [αὐτὸς αὐτίκα μάλα τὸς ἄρχοντας ἐς τὰ]ς φυλὰς δέκαχα· καὶ τὴν πορείαν παρα- | |
| 35 | [σκευάσαι τοῖς πρέσβεσι τὸς στρατηγὸς ὡ]ς τάχιστα καὶ Εὐμάχωι καὶ τοῖς |
| [ἄλλοις Σαμίοις πᾶσι τοῖς μετὰ Εὐμάχο ἥκοσ]ι ἐπαινέσαι ὡς ὀ͂σιν ἀνδράσιν | |
| [ἀγαθοῖς περὶ τὸς Ἀθηναίος· καλέσαι δ’ Εὔμ]αχον ἐ[πὶ δ]εῖπνον ἐς τὸ πρυτανέον | |
| [ἐς αὔριον. ἀναγράψαι δὲ τὰ ἐψηφισμένα τ]ὸγ γραμμ[ατέα τῆς βο]λῆς μετὰ τῶν | |
| [στρατηγῶν ἐστήληι λιθίνηι καὶ κατα]θε͂ναι ἐς πόλι[ν, τὸς δὲ ἑλλην]οταμίας | |
| 40 | [δο͂ναι τὸ ἀργύριον· ἀναγράψαι δ’ ἐσΣά]μωι {²⁶ἐν Σάμωι}²⁶ κατὰ ταὐτὰ τέ[λε]σι [τοῖς ἐκέ]νων. vacat |
| [ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Πανδ]ιονὶς ἐπρυτάνευε, Ἀγύρριος Κ[ολλυτ]εὺς | |
| [ἐγραμμάτευε, Εὐκλείδης ἦρχε, Κα]λλίας Ὤαθεν ἐπεστάτει· Κηφισοφῶν [εἶπεν]· | |
| [ἐπαινέσαι τὸς Σαμίος ὅτι ἐσὶν] ἄνδρες ἀγαθοὶ περὶ Ἀθηναίος, καὶ ἅπ[αντα] | |
| [κύρια ἐ͂ναι ἃ πρότερον ὁ δῆμος] ἐψηφίσατο ὁ Ἀθηναίων τῶι δήμωι τῶι Σα[μίων]· | |
| 45 | [πέμψαι δὲ τὸς Σαμίος ὥσπερ αὐ]τοὶ κελεύοσιν ἐς Λακεδαίμονα ὅντινα [ἂν αὐ]- |
| [τοὶ βόλωνται· ἐπειδὴ δὲ προ]σδέονται Ἀθηναίων συνπράττεν, προσελέσ[θαι] | |
| [πρέσβες, οὗτοι δὲ συμπρα]ττόντων τοῖς Σαμίοις ὅ τι ἂν ἀγαθὸ[ν καὶ] | |
| [κοινῆι βολευέσθων μετὰ] ἐκένων· ἐπαινο͂σι δὲ Ἀθηναίοι Ἐφεσίος καὶ Νοτ[ιᾶς] | |
| [ὅτι προθύμως ἐδέξαντο] Σαμίων τὸς ἔξω ὄντας· προσαγαγε͂ν δὲ τὴν πρεσβεία[ν] | |
| 50 | [τῶν Σαμίων ἐς τὸν δῆμ]ον χρηματίσασθαι ἐάν το δέωνται· καλέσαι δὲ καὶ ἐπὶ |
| [δεῖπνον τὴν πρεσβ]είαν τῶν Σαμίων ἐς τὸ πρυτανέον ἐς αὔριον· Κηφισωφῶν | |
| [εἶπε· τὰ μὲν ἄλλα κ]αθάπερ τῆι βολῆι· ἐψηφίσθαι δὲ Ἀθηναίων τῶι δήμωι κύρια | |
| [ἐ͂ναι τὰ ἐψηφισ]μένα πρότερον περὶ Σαμίων καθάπερ ἡ βολῆ προβολεύσασα | |
| [ἐς τὸν δῆμον ἐσ]ήνεγκεν· καλέσαι δὲ τὴν πρεσβείαν τῶν Σαμίων ἐπὶ δεῖπνον | |
| 55 | [ἐς τὸ πρυτανέ]ον ἐς αὔριον. vacat |
| [ἔδοξεν τῆι βολῆ]ι καὶ τῶι δήμωι· Ἐρεχθηῒς ἐπρυτάνευεν, Κηφισοφῶν Πα[ια]νιεὺ[ς] | |
| [ἐγραμμάτευε, Εὐκλ]είδης ἦρχε, Πύθων ἐκ Κηδῶν ἐπεστάτει, Εὐ[— — — εἶπεν]· | |
| [ἐπαινέσαι Ποσῆν τὸν] Σάμιον ὅτι ἀνὴρ ἀγαθός ἐστιν περὶ Ἀθηναίος, καὶ ἀνθ’ ὧν | |
| [εὖ πεπόηκε τὸν δῆμον δ]ο͂ναι αὐτ[ῶι τὸν δῆμο]ν δωρειὰν πεντακοσίας δραχμὰς | |
| 60 | [ἐς κατασκευὴν στεφάνο, οἱ δὲ ταμί]αι δόντων τὸ ἀργύριον· προσαγαγε͂ν δὲ αὐτὸ- |
| [ν ἐς τὸν δῆμον καὶ εὑρέσθαι πα]ρὰ το͂ δήμο ὅ τι ἂν δύνηται ἀγαθόν· τὸ δὲ βιβλίον | |
| [το͂ ψηφίσματος παραδο͂ναι αὐτ]ῶι τὸγ γραμματέα τῆς βολῆς αὐτίκα μάλα· | |
| [καλέσαι δὲ ἐπὶ ξένια Σαμίος τὸ]ς ἥκοντας ἐς τὸ πρυτανέον ἐς αὔριον. vacat | |
| [․․․․10․․․․ εἶπε· τὰ μὲν ἄλλα καθά]περ τῆι βολῆι, ἐπαινέσαι δὲ Ποσῆν τὸν | |
| 65 | [Σάμιον καὶ τὸς ὑε͂ς ἐπειδὴ ἄνδρες ἀγ]αθοί ἐσιν περὶ τὸν δῆμον τὸν Ἀθηναίων |
| [καὶ κύρια ἐ͂ναι τὰ ἐψηφισμένα πρότε]ρον ὑπὸ το͂ δήμο το͂ Ἀθηναίων· καὶ ἀναγρά- | |
| [ψάτω ὁ γραμματεὺς τὸ ψήφισμα ἐστήλ]ηι λιθίνηι, οἱ δὲ ταμίαι παρασχόντων | |
| [τὸ ἀργύριον ἐς ἀναγραφήν. δο͂ναι δὲ Πο]σῆι δωρεὰν τὸν δῆμον χιλίας δραχμὰς | |
| [ἀρετῆς ἕνεκα τῆς πρὸς Ἀθηναίος, ἀπὸ δ]ὲ τῶν χιλίων δραχμῶν στέφανον ποῆσα- | |
| 70 | [ι καὶ ἐπιγράψαι τούτωι στεφανοῦν αὐ]τὸν τὸν δῆμον ἀνδραγαθίας ἕνεκα καὶ |
| [ἀρετῆς τῆς ἐς Ἀθηναίος· ἐπαινέσαι δὲ] καὶ Σαμίος ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ | |
| [περὶ Ἀθηναίος· ἐὰν δέ το δέωνται παρὰ] το͂ δήμο, προσάγεν αὐτὸς τὸς πρυτάνες | |
| [πρὸς τὸν δῆμον πρώτος ἀεὶ μετὰ τὰ ἱερ]ά· προσαγαγε͂ν δὲ καὶ τὸς ὑε͂ς τὸς Ποσο͂ | |
| [τὸς πρυτάνες ἐς τὴν βολὴν ἐς τὴν πρώτ]ην ἕδραν. καλέσαι δὲ κ[αὶ ἐπὶ ξ]ένια vacat | |
| 75 | [ἐς τὸ πρυτανέον καὶ Ποσῆν καὶ τὸς ὑε͂ς] καὶ Σαμίων τὸς ἐπ[ιδημο͂ντα]ς. vacat |
| vacat 0.037 |