[ ]
Eg. — 3rd c. AD — ABK 35, 6 (1914) 203
| 1 | ὁρκίζω σε, νεκυδαῖμον, καὶ δ’ ἐγείρω [τὸν] |
| δαίμονά σου διακόνησόν μοι εἰς Ἀπλωνοῦν, | |
| ἣν ἔτεκεν Ἀρσινόη, καὶ ἀγριανθήτω ἡ ψυχὴ αὐτῆς, | |
| εἰς τὸ παραλλαγῆναι τὴν ψυχὴν αὐτῆς καὶ κλι- | |
| 5 | θῆναι εἰς τὴν ἐμὴν ψυχήν. ἵνα με φιλῇ καὶ ὃ |
| ἐὰν αὐτὴν αἰτῶ, ἐπήκοός μοι ᾖ{ν}, ἐμοὶ Πτολε- | |
| μαίῳ ᾧ {²⁶ὃν}²⁶ ἔτεκεν Θασεῖς. ὅτι ἐξορκιζω τὸν πάν- | |
| τα συνέχοντα κύριον θεὸν Ἰαὼ Ἰαμελοῦ | |
| Ἰαὶ Βαραὶ Ἰανβελαχὶ Βὲλλ Βὰλ Ἰωὴλ Τειλου- | |
| 10 | τείλου. σὺ ἶ {²⁶εἶ}²⁶ ὁ μέγας θεὸς Ἰαταβαὼθ Τοργιάτης. |
| ποίησον Ἀπλωνοῦν, ἣν ἔτεκεν Ἀρσινόη, | |
| φιλεῖν με, ἐμὲ τὸν Πτολεμαῖον, ὃν ἔτε- | |
| κεν Θασεῖς, εἰς τὸν ἅπαντα χρόνον, | |
| ἵνα με φιλῇ, καὶ ὃ ἐὰν αὐτῇ εἴπω, δοῖ μοι, | |
| 15 | καὶ μὴ ἐπ̣εχ̣έτω μίαν ὥραν, ἕως ἔλθῃ πρὸς |
| ἐμὲ τὸν Πτολεμαῖον. ὃν ἔτεκεν | |
| Θασεῖς, εἰς τὸν ἅπαντα χρόνον. |