[ ] Eg. — 3rd c. AD — ABK 35, 6 (1914) 203
1 ὁρκίζω σε, νεκυδαῖμον, καὶ δ’ ἐγείρω [τὸν]
δαίμονά σου διακόνησόν μοι εἰς Ἀπλωνοῦν,
ἣν ἔτεκεν Ἀρσινόη, καὶ ἀγριανθήτω ἡ ψυχὴ αὐτῆς,
εἰς τὸ παραλλαγῆναι τὴν ψυχὴν αὐτῆς καὶ κλι-
5 θῆναι εἰς τὴν ἐμὴν ψυχήν. ἵνα με φιλῇ καὶ ὃ
ἐὰν αὐτὴν αἰτῶ, ἐπήκοός μοι ᾖ{ν}, ἐμοὶ Πτολε-
μαίῳ ᾧ {²⁶ὃν}²⁶ ἔτεκεν Θασεῖς. ὅτι ἐξορκιζω τὸν πάν-
τα συνέχοντα κύριον θεὸν Ἰαὼ Ἰαμελοῦ
Ἰαὶ Βαραὶ Ἰανβελαχὶ Βὲλλ Βὰλ Ἰωὴλ Τειλου-
10 τείλου. σὺ ἶ {²⁶εἶ}²⁶ ὁ μέγας θεὸς Ἰαταβαὼθ Τοργιάτης.
ποίησον Ἀπλωνοῦν, ἣν ἔτεκεν Ἀρσινόη,
φιλεῖν με, ἐμὲ τὸν Πτολεμαῖον, ὃν ἔτε-
κεν Θασεῖς, εἰς τὸν ἅπαντα χρόνον,
ἵνα με φιλῇ, καὶ ὃ ἐὰν αὐτῇ εἴπω, δοῖ μοι,
15 καὶ μὴ ἐπ̣εχ̣έτω μίαν ὥραν, ἕως ἔλθῃ πρὸς
ἐμὲ τὸν Πτολεμαῖον. ὃν ἔτεκεν
Θασεῖς, εἰς τὸν ἅπαντα χρόνον.
Search Help
Contact Us