[ ]
Nub. — Talmis (Kalabsha) [Dodekasch.] — 5th c. AD — OGIS 1.201; Lefebvre 628
1 | ἐγὼ Σιλκώ, βασιλίσκος Νουβάδων καὶ ὅλων τῶν |
Αἰθιόπων ἦλθον εἰς Τάλμιν καὶ Τάφιν. ἅπαξ δύο ἐπο- | |
λέμησα μετὰ τῶν Βλεμύων, καὶ ὁ θεὸς ἔδωκέν μοι τὸ | |
νίκημα. μετὰ τῶν τριῶν ἅπαξ ἐνίκησα πάλιν καὶ ἐκρά- | |
5 | τησα τὰς πόλεις αὐτῶν. ἐκαθέθην μετὰ τῶν |
ὄχλων μου τὸ μὲν πρῶτον ἅπαξ, ἐνίκησα αὐτῶν | |
καὶ αὐτοὶ ἠξίωσάν με. ἐποίησα εἰρήνην μετ’ αὐτῶν · | |
καὶ ὤμοσάν μοι τὰ εἴδωλα αὐτῶν, καὶ ἐπίστευσα τὸν | |
ὅρκον αὐτῶν, ὡς καλοί εἰσιν ἄνθρωποι. ἀναχωρήθην | |
10 | εἰς τὰ ἄνω μέρη μου ὅτε ἐγεγονέμην βασιλίσκ<ος> |
οὐκ ἀπῆλθον ὅλως ὀπίσω τῶν ἄλλων βασιλέων, | |
ἀλλὰ ἀκμὴν ἔμπροσθεν αὐτῶν. | |
οἳ γὰρ φιλονικοῦσιν μετ’ ἐμοῦ, οὐκ ἀφῶ αὐτοὺς καθεζό[με]- | |
νοι εἰς χώραν αὐτῶν εἰ μὴ κατηξίωσαν με καὶ παρακαλοῦσιν. | |
15 | ἐγὼ γὰρ εἰς κάτω μέρη λέων εἰμί, καὶ εἰς ἄνω μέρη ἄρξ εἰμι. |
ἐπολέμησα μετὰ τῶν Βλεμύων ἀπὸ Πρίμ<εως> ἕως Τέλ<μ>εως | |
ἓν ἅπαξ, καὶ οἱ ἄλλοι Νουβάδων ἀνωτέρω, ἐπόρθησα τὰς | |
χώρας αὐτῶν ἐπειδὴ ἐφιλονικήσουσιν μετ’ ἐμοῦ. | |
οἱ δεσπότ<αι> τῶν ἄλλων ἐθνῶν, οἳ φιλονεικοῦσιν μετ’ ἐμοῦ, | |
20 | οὐκ ἀφῶ αὐτοὺς καθεσθῆναι εἰς τὴν σκίαν, εἰ μὴ ὑπὸ ἡλίου |
ἔξω, καὶ οὐκ ἔπωκαν νηρὸν ἔσω εἰς τὴν οἰκίαν αὐτῶν. οἱ γὰρ | |
ἀντίδικοί μου, ἁρπάζω τῶν γυναικῶν καὶ τὰ παιδία αὐτῶν. |