[ ] Nub. — Talmis (Kalabsha) [Dodekasch.] — 5th c. AD — OGIS 1.201; Lefebvre 628
1 ἐγὼ Σιλκώ, βασιλίσκος Νουβάδων καὶ ὅλων τῶν
Αἰθιόπων ἦλθον εἰς Τάλμιν καὶ Τάφιν. ἅπαξ δύο ἐπο-
λέμησα μετὰ τῶν Βλεμύων, καὶ ὁ θεὸς ἔδωκέν μοι τὸ
νίκημα. μετὰ τῶν τριῶν ἅπαξ ἐνίκησα πάλιν καὶ ἐκρά-
5 τησα τὰς πόλεις αὐτῶν. ἐκαθέθην μετὰ τῶν
ὄχλων μου τὸ μὲν πρῶτον ἅπαξ, ἐνίκησα αὐτῶν
καὶ αὐτοὶ ἠξίωσάν με. ἐποίησα εἰρήνην μετ’ αὐτῶν ·
καὶ ὤμοσάν μοι τὰ εἴδωλα αὐτῶν, καὶ ἐπίστευσα τὸν
ὅρκον αὐτῶν, ὡς καλοί εἰσιν ἄνθρωποι. ἀναχωρήθην
10 εἰς τὰ ἄνω μέρη μου ὅτε ἐγεγονέμην βασιλίσκ<ος>
οὐκ ἀπῆλθον ὅλως ὀπίσω τῶν ἄλλων βασιλέων,
                     ἀλλὰ ἀκμὴν ἔμπροσθεν αὐτῶν.
οἳ γὰρ φιλονικοῦσιν μετ’ ἐμοῦ, οὐκ ἀφῶ αὐτοὺς καθεζό[με]-
νοι εἰς χώραν αὐτῶν εἰ μὴ κατηξίωσαν με καὶ παρακαλοῦσιν.
15 ἐγὼ γὰρ εἰς κάτω μέρη λέων εἰμί, καὶ εἰς ἄνω μέρη ἄρξ εἰμι.
ἐπολέμησα μετὰ τῶν Βλεμύων ἀπὸ Πρίμ<εως> ἕως Τέλ<μ>εως
ἓν ἅπαξ, καὶ οἱ ἄλλοι Νουβάδων ἀνωτέρω, ἐπόρθησα τὰς
χώρας αὐτῶν ἐπειδὴ ἐφιλονικήσουσιν μετ’ ἐμοῦ.
οἱ δεσπότ<αι> τῶν ἄλλων ἐθνῶν, οἳ φιλονεικοῦσιν μετ’ ἐμοῦ,
20 οὐκ ἀφῶ αὐτοὺς καθεσθῆναι εἰς τὴν σκίαν, εἰ μὴ ὑπὸ ἡλίου
ἔξω, καὶ οὐκ ἔπωκαν νηρὸν ἔσω εἰς τὴν οἰκίαν αὐτῶν. οἱ γὰρ
ἀντίδικοί μου, ἁρπάζω τῶν γυναικῶν καὶ τὰ παιδία αὐτῶν.
Search Help
Contact Us