[ ]
Nub. — Talmis (Kalabsha) [Dodekasch.] — 5th c. AD — OGIS 1.201; Lefebvre 628
| 1 | ἐγὼ Σιλκώ, βασιλίσκος Νουβάδων καὶ ὅλων τῶν |
| Αἰθιόπων ἦλθον εἰς Τάλμιν καὶ Τάφιν. ἅπαξ δύο ἐπο- | |
| λέμησα μετὰ τῶν Βλεμύων, καὶ ὁ θεὸς ἔδωκέν μοι τὸ | |
| νίκημα. μετὰ τῶν τριῶν ἅπαξ ἐνίκησα πάλιν καὶ ἐκρά- | |
| 5 | τησα τὰς πόλεις αὐτῶν. ἐκαθέθην μετὰ τῶν |
| ὄχλων μου τὸ μὲν πρῶτον ἅπαξ, ἐνίκησα αὐτῶν | |
| καὶ αὐτοὶ ἠξίωσάν με. ἐποίησα εἰρήνην μετ’ αὐτῶν · | |
| καὶ ὤμοσάν μοι τὰ εἴδωλα αὐτῶν, καὶ ἐπίστευσα τὸν | |
| ὅρκον αὐτῶν, ὡς καλοί εἰσιν ἄνθρωποι. ἀναχωρήθην | |
| 10 | εἰς τὰ ἄνω μέρη μου ὅτε ἐγεγονέμην βασιλίσκ<ος> |
| οὐκ ἀπῆλθον ὅλως ὀπίσω τῶν ἄλλων βασιλέων, | |
| ἀλλὰ ἀκμὴν ἔμπροσθεν αὐτῶν. | |
| οἳ γὰρ φιλονικοῦσιν μετ’ ἐμοῦ, οὐκ ἀφῶ αὐτοὺς καθεζό[με]- | |
| νοι εἰς χώραν αὐτῶν εἰ μὴ κατηξίωσαν με καὶ παρακαλοῦσιν. | |
| 15 | ἐγὼ γὰρ εἰς κάτω μέρη λέων εἰμί, καὶ εἰς ἄνω μέρη ἄρξ εἰμι. |
| ἐπολέμησα μετὰ τῶν Βλεμύων ἀπὸ Πρίμ<εως> ἕως Τέλ<μ>εως | |
| ἓν ἅπαξ, καὶ οἱ ἄλλοι Νουβάδων ἀνωτέρω, ἐπόρθησα τὰς | |
| χώρας αὐτῶν ἐπειδὴ ἐφιλονικήσουσιν μετ’ ἐμοῦ. | |
| οἱ δεσπότ<αι> τῶν ἄλλων ἐθνῶν, οἳ φιλονεικοῦσιν μετ’ ἐμοῦ, | |
| 20 | οὐκ ἀφῶ αὐτοὺς καθεσθῆναι εἰς τὴν σκίαν, εἰ μὴ ὑπὸ ἡλίου |
| ἔξω, καὶ οὐκ ἔπωκαν νηρὸν ἔσω εἰς τὴν οἰκίαν αὐτῶν. οἱ γὰρ | |
| ἀντίδικοί μου, ἁρπάζω τῶν γυναικῶν καὶ τὰ παιδία αὐτῶν. |