[ ]
Eg. — Alexandria (El Iskandariya) — 89-91 AD — SEG 18.646
I.1 | θεοῖς καταχθονίοις. |
II.2 | Πο[μπ]ηία Μοῦσα ἀνειέρωσεν κηπόταφον Μαξί- |
[μωι τῶι υἱῶι] α̣ὐ̣τῆς καὶ Μάρκωι Ἀντωνίωι Θεοφίλωι ἀνδρὶ καὶ ἀπελευθέ- | |
[ροις καὶ ἀπε]λευθέραις ἑαυτῶν καὶ τούτων ἐγγόνοις κοινὸν καὶ ἀδι- | |
5 | [αίρετον καὶ] ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἐκ παντὸς τρό- |
[που καὶ ἀκληρο]νόμητον εἰς τὸν αἰε[ὶ] χρόνον. 7 | |
III.7 | [Μανίου Μου]μμ[ε]ίου Ῥούφου καρπιστοῦ προσελθόντος Μ[ά]ρκωι |
[Μ]εττίωι Ῥούφωι τῶι ἡγεμόνι διερχομένῳ καὶ ἐπι[δ]εδωκό- | |
τος ἀναφόρι̣[ο]ν, δι’ οὗ ἐδήλου ἀνόμως πεπραμένον εἶναι τοῦ- | |
10 | τον τὸν κη[πό]ταφον· ὃς λαβὼν τὸ ἀναφόριον Κλαυδίῳ Γεμείνῳ |
ὄντι ἰδίωι [λόγωι ἐ]πέδωκεν πρὸς ἐξέτασιν· ὃς ἀκούσας τοῦ | |
πράγμ[α]τ[ος ἀπέφη]νεν μεθ’ ἕτερα τὰ ὑπογεγραμμένα. 7 | |
IV.13 | Κλαύδιο[ς Γέμ]ε̣ι̣[νος]· ἐκ πάντων μὲν φαν[ε]- |
ρόν ἐστιν ὅτι τὸ[ν ἀκαταχρημάτι]στον τάφον προφάσει μισθώ- | |
15 | σεως ἐπώλησαν· [οὗτοι μὲν οὖ]ν ὅσον κακῶς εἰλ[ή]φασιν ἀπαι- |
τηθήσονται, τὸ δ[ὲ μνημεῖον] μενεῖ τοῖς ἐνκ[ειμέ]ν̣οις σώ- | |
μασιν ἀκαταχρημά[τιστον. Δι]ονύσιος· Ενο․․․ τῶν λαβόν- | |
των τὰς τετρακισχε̣[ιλίας ․․․c.9․․․]μός ἐστιν ὁ αν․․․c.9․․․φος | |
Κλαύδιος Γέμεινος· ἐὰν τοῦτο ἀ̣[λη]θὲς ἦν, καὶ αὐτὸς [τὸ ἐ]π̣ιβάλλον | |
20 | ἑαυτῶι μέρος ὑπεύθυνος εἶναι ὀφείλει. |
Μάνιος Μούμ- | |
μειος Ῥοῦφος κληρονόμος κατα[λ]ελειμμένος ἐκ διαθήκης Πομπη- | |
ΐου Ἐπαφρᾶ ἐφ̣[ρ]όντισεν καὶ ἐκαρπίσατο διὰ ἐτῶν δέκα. |