[ ]
Eg. — Koptos (Qift) — 90 AD — OGIS 2.674 = IGR 1.1183 — Portes.67
| 1 | ἐξ ἐπιταγῆς Μ̣[ετ]τίου [Ῥού]φ[ου, ἐπάρ]- |
| [χου Αἰγύπτου], ὅσα δεῖ τοὺς μισθω- | |
| τὰς τοῦ ἐν Κόπτωι ὑποπείπτον- | |
| τος τῆι ἀραβαρχίᾳ ἀποστολίου πράσ- | |
| 5 | σειν κατὰ τὸν γνώμονα̣ τῇδε τῇ |
| στήληι ἐνκεχάρακται διὰ Λουκίου | |
| Ἀντιστίου Ἀσιατικοῦ, ἐπάρχου | |
| ὄρους Βερενείκης· | |
| κυβερνήτου Ἐρυθραικοῦ δρα- | |
| 10 | χμὰς ὀκτώι, |
| πρωρέως δραχμὰς δέκα, | |
| [φυλ]άκου δραχμὰς δέκα, | |
| [να]ύτου δραχμὰς πέντε, | |
| [θερα]π̣εύτου ναυπηγοῦ δραχμὰς | |
| 15 | [πέ]ντε, χειροτέχνου δραχμὰς |
| ὀκτώι, γυναικῶν πρὸς ἑταιρισ- | |
| μὸν δραχμὰς ἑκατὸν ὀκτώ, | |
| <γ>υναικῶν εἰσπλεουσῶν δρα- | |
| χμὰς εἴκοσι, γυναικῶν στρατι- | |
| 20 | ωτῶν δραχμὰς εἴκοσι, |
| πιττακίου καμήλων ὀβολὸν ἕνα, | |
| σφραγισμοῦ πιττακίου ὀβολοὺς δύο, | |
| πορείας ἐξερχομένης ἑκάστου | |
| πιττακίου τοῦ ἀνδρὸς ἀναβαίνον- | |
| 25 | τος δραχμὴν μίαν, γυναικῶν |
| πασῶν ἀνα(βαινουσῶν) δραχμὰς τέσσαρας, | |
| ὄνου ὀβολοὺς δύο, ἁμάξης ἐχού- | |
| σης τετράγωνον δραχμὰς τέσσαρες, | |
| ἰστοῦ δραχμὰς εἴκοσι, κέρατος δρα- | |
| 30 | χμὰς τέσσαρες, ταφῆς ἀναφερομέ- |
| νης καὶ καταφερ̣ομένης δραχμὴν μί̣- | |
| αν τετρώβολον· (ἔτους) θʹ Αὐτοκράτορος | |
| Καί[σαρ]ος [Δομιτιανοῦ] Σεβαστοῦ [Γερμαν(ικοῦ)], Παχὼν ιεʹ. |