[ ] Eg. — Oasis Major (El Khārga) — Hibis (El Hibe) — 68 AD — OGIS 2.669 = IGR 1.1263 — Hibis 4
1 {²(1)}² Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβ̣α̣ΐ̣]δος v τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος vv
Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργε<σ>ιῶ<ν>. (ἔτους) βʹ Λουκίου Λιβίου <Σ>εβαστοῦ <Σ>ουλπικίου
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv {²(2)}² Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει· vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα-
ταστήματι τὴν πόλιν ἀπολαύουσαν των εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
5 τηι <τ>ῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθη{ι} τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
τα ἐπανορθούμενος· v ἵνα <δ>ὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸ<ς> σωτηρίαν
[κ]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-
νειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ αὐτοκράτορο<ς> δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν
10 ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. {²(3)}² ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴ{ι} ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢ{ι} ἄλ-
[λ]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ίγ]ον ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς̣ ἀπείρους ὄντα<ς> τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθ<έ>ντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, <ε>ἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς <δ>υνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢ μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἐκουσίως προ<σ>έρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢ{ι} τὴν πρόσκαιρόν τινος ἀδικίαν
15 μειμησάμενος· v {²(4)}² ἐπειδὴ{ι} ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο
ἔγνων ἀναιρεθείσας, ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴ{ι} ἐκ τῶν <σ>ωμάτων, ἑπόμενος τῆι τοῦ θεοῦ Σεβα<σ>τοῦ βουλήσει, v κελεύω μηδένα τῆι τῶν <δ>ημοσίων προφά-
σει παραχωρεῖσθαι παρ’ ἄλλων <δ>άνεια ἃ μὴ{ι} αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μη{ι} δ’ ὅλως κατακλείε<σ>θαί τινα<ς> ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν, εἰ μὴ{ι} κακοῦργον, μη<δ>’ εἰς τὸ πρακ-
τόρειον, ἔξω{ι} <τ>ῶν ὀφειλόντων εἰς τὸν κυρι<α>κὸν λόγον. {²(5)}² ἵνα <δ>ὲ μη{ι} <δ>αμόθεν βαρύνηι τὰ<ς> πρὸ<ς> ἀλλήλου<ς> <σ>υναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μη<δ>ὲ συνέχωσι τὴν κοινὴν πίστιν
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα. ἐδη<λ>ώθη<ι> γάρ μοι πολλάκις ὅτι ἤδη{ι} τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως
20 <γ>εγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀνα<δ>άστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢ{ι} στρατηγοῖς ἢ{ι} πραγματικοῖς ἢ{ι} ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι. κελεύω οὗν, ὅστις {ς} ἂν ἐνθά<δ>ε
ἐπίτροπος τοῦ κυρίου ἢ{ι} οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ]α ἢ{ι} προγράφειν, ἵν[α μηδ]<ε>ὶς τῶι τοιούτωι συνβάλληι v
ἢ{ι} μέρη{ι} τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μή{ι}τε {²⁶μήτε}²⁶ ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢ{ι} φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢ{ι} καὶ ὠνήσηταί τι, μὴ{ι} κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
25 {²(6)}² τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ v
τὴν πρωτοπραξίαν φυλάσσειν· v {²(7)}² ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος vv
ἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πρα<χ>θέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κ<α>τ<α>κρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν vv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσω{ι}, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπω{ι} ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. {²(8)}² ὑπὲρ <δ>ὲ v
30 τῶν ἐκ τοῦ Καίσαρος λόγου πρα{χ}θέντων {²⁶πραθέντων}²⁶ ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰-
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας, ὡς δημοσίους γ<ε>ωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. {²(9)}² ἀκόλουθον δέ ἐ[σ]τιν ταῖς τῶν Σεβαστῶν v
χάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ]ρ̣ᾳ̣ διὰ φιλεργίαν κ̣α̣τ̣ο̣ι̣κ̣ο̣ῦ̣ν̣τ̣α̣ς̣ ε̣ἰ̣ς̣ μ̣η̣δ̣ε̣μ̣ί̣α̣[ν ἄγ]ε̣σ̣[θαι χωρικὴν λ]ειτουρ[γίαν].
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσω{ι}, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v {²(10)}² μελήσει δέ
35 μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v {²(11)}² καθόλου <δ>ὲ κελεύω{ι}, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐστὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] <γ>οῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λό<γ>ωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μη<δ>ὲ εἰς κρίσιν ἄγεσθαι, ἢ{ι} ὁ τοῦτο ποιήσας ἀπαραιτή-
40 τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. {²(12)}² ἤδη δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v, ἀν<α>γκαίως κελεύω{ι}, ἐὰν μέν τις τῶν ἐν ἰδίωι <λ>όγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’
αὐτοῦ τὸν προσαγγεί<λ>αντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν <δ>ὲ ἰ<δ>ίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γά]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λόγου [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[πα]νο[ρθ]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φανερῶς ὅπως τοὺς ἤδη{ι} ἐξ]-
45 ελε<γ>χθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. {²(13)}² οὐκ ἀγνοῶ<ν> δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ [δ]ι̣α̣μ̣[ένειν], ἐξ ἧς̣ [πολλὰς καὶ μεγάλας]
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν <γ>εωργοῦντες καὶ ἐδή<λ>ωσαν ὅτι πο<λλ>ὰ καιν̣[ῶ]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα ?]
[ἀλλὰ] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν οὐδ’ ἐπὶ τοὺς ζʹ νόμους]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρω{ι} νομοὺς τῆς κάτωι χώρας, ἀλ<λ>ὰ καὶ τὰ προάστια τῆς πό<λ>εως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [νομόν. διὸ κελεύω{ι}]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢ{ι} πληθικῶς νομῶν ἢ{ι} τοπα[ρχιῶν γεωργοῖς]
50 [κατ]εκρίθη{ι}, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [δικαίων διακρί-
νω]. {²(14)}² ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐ<γλ>ογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[οῦ ὁ]-
μοιώματος] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλω{ι} μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα]γράφειν ἀλλὰ [μ]η{ι} [δ’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύω{ι} δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[πο]-
[γράφ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευ<δ>ὲς ἢ{ι} παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅ<σ>ον ἀπῃτήθησαν καὶ τὸ <ἴ>σ[ον]
55 [ἀποτίσ]ο̣υ̣σ̣ι̣ [ε]ἰς τὸ δημόσιον. v {²(15)}² τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡ{ι} λεγομένη{ι} κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ v
[Νίλου, ἀ]λ̣λ̣ὰ πρὸς σύνκρισιν ἀρχαι<ο>τέρων τινῶν ἀναβάσε[ων, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι· θαρ%⁸⁰-
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]-
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ομέ]νων ἡ{ι} ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆ{ι} ψευσάμ[ενος τοῦτο, εἰς]
[τὸ δημ]όσιον τριπλάσιον ἀποδώσει. v {²(16)}² ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ούσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν χώρᾳ καὶ]
60 [ἐν τῶι] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθη{ι}, μὴ{ι} μάτην εὐλ[αβ]είσθωσαν· οὔτε [γὰρ ἐ]τόλμησέ [ποτέ τις ποι]-
[ήσασθα]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [πο]ιήσεται. μένειν γὰρ ὀφεί[λ]ει τ[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[αιον. τὸ] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέντ]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν καινίζεσθαι. {²(17)}² περὶ δὲ τῶν ἀρχαιοτ<έ>[ρων] ἐκ[θ]έσεων, <ἐ>νκει[μένω]ν ὑμ[ῶ]ν, αἷς [τινες ὥστε]
[ἐκπράσ]σ̣ε̣ι̣ν ἢ ὁ̣ρ̣ί̣σαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]π̣ω̣ν ἐπιτ̣[ρίψεως, Καί]-
[σαρι Σ]ε̣[β̣α]στῶ̣[ι] Α̣[ὐ]τοκράτορι γράψω{ι} [μ̣]ετὰ τῶν ἄλλω[ν ὅ]σα αὐτῶι δήλω{ι} τῶι μόνωι δυναμ[ένω]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ]κκόπ̣τ[ειν, οὗ εἰσι]
65 [αἴτι]α̣ι τῆς πάντων ἡ[μ]ῶν σωτηρίας ἡ{ι} δι̣[η]ν̣εκὴς [εὐ]εργεσία καὶ πρόνοια. vvv ἔ̣[το]υ̣ς v πρώτο[υ̣ Λουκ]ί̣ο̣υ̣ Λειβίο[υ] vvv
[Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτο̣κράτορος, Ἐ[π]εῖφ[ι] ιβʹ. {²vac.}²
Search Help