[ ] Eg. — Bousiris (Abu Sir Bana) — 55-59 AD — OGIS 2.666 = IGR 1.1110
1 ἀγαθῇ τύχηι
ἐπεὶ 〚Νέρων〛 Κλαύδιος Καῖσαρ Σεβαστὸς
Γερμανικὸς Αὐτοκράτωρ, ὁ ἀγαθὸς δαίμων τῆς
οἰκουμένης, σὺν ἅπασιν οἷς εὐεργέτησεν ἀγα-
5 θοῖς τὴν Αἴγυπτον τὴν ἐναργεστάτην πρόνοι̣-
αν ποιησάμενος ἔπεμψεν ἡμεῖν Τιβέριον Κλαύδ[ι]-
ον Βάλβιλλον ἡγεμόνα, διὰ̣ δ̣ὲ̣ τ̣ά̣ς̣ τούτου χ̣[ά]-
ριτας καὶ εὐεργεσίας πλημύρουσα πᾶσιν ἀγαθοῖς ἡ̣
Αἴγυπτος, τὰς τοῦ Νείλου δωρεὰς ἐπαυξομέ-
10 νας κατ’ ἔτος θεωροῦσα, νῦν μᾶλλον ἀπέλαυ-
σ̣ε τῆς δικαίας ἀναβάσεως τοῦ θεοῦ· ἔδοξε
τοῖς ἀπὸ κώμης Βουσείρεως τοῦ Λητο[πολ]ε̣ί̣-
του παροικοῦσι ταῖς πυραμίσι καὶ τοῖς ἐ̣ν̣ αὐτ[ῷ]
καταγεινομένοις τοπογραμματεῦσι καὶ κω-
15 μογραμματε̣ῦ̣σ̣ι̣ ψη[φίσ]α̣σ̣θαι κ[αὶ ἀν]αθεῖναι
στήλην λιθίνην παρὰ̣ [τῷ]ι μ̣[εγίσ]τ̣ῳι θεῶ̣ι̣ Ἡ̣λ̣ί̣-
[ω]ι Ἀρμάχει, ἐκ τῶν ἐνκεχαρ[ρισμ]ένω̣ν̣ ἀ̣γ̣[αθῶν]
[δηλοῦσα]ν τὴν πρὸς αὐτοῦ[ς ε]ὐ̣εργεσίαν,
ἐξ ὧν ἐπισ[τήσονται καὶ ]τ̣ὴ̣ν̣ π̣ρ̣ὸς ὅλην τὴ[ν]
20 Αἴγυπτον καλοκα[γαθίαν πάντες· ἁρμό]-
ζει γὰρ τὰς ἰσοθέους αὐτο̣ῦ̣ χάρι[τας] ἐ̣ν̣ε̣στηλ{ει}-
{δ}ωμένας {²⁶ἐνεστηλωμένας}²⁶ τοῖς ἱεροῖς γράμμασιν αἰῶνι μνημο-
νεύεσθαι [παντί]. παραγενόμενος γὰρ ἡμῶ̣[ν]
εἰς τὸν νομὸν καὶ προσκυ̣νήσας τὸν Ἥλιο[ν]
25 Ἅρμα̣χιν ἐπόπτην καὶ σωτῆρα τῆι τε τῶν πυρ[α]-
μί̣δ̣ω̣ν̣ μεγ̣[αλ]ειότητι καὶ ὑπερφυίᾳ τερφθείς,
[θεασ]άμενός τ̣ε̣ πλείστης ψαμμοῦ διὰ τὸ μῆκος
τοῦ [χρόνου] πε․․․․․․․γ̣ον․ν ψ̣άμματα πρῶτος
τῆς ․․․․․․εονι․․․ι— — —α․ θήραι-
30 [ς] — — — — — — — — — — — —αστην
— — —ιεν— — — — — — — — — —ιτου
— — — — — — — — — — — — — — —την
— — — — — — — —θε— — — —μ․․․λει
— — — — — — — — — — — — — — —<ο>
35 [(ἔτους) —ʹ Νέρωνος] Κλαυδ̣[ίου Καίσαρος Σεβαστο]
[Γερμανικοῦ Αὐτοκρά]τ[ορος — — —].
Search Help
Contact Us