[ ] Eg. — Oasis Major (El Khārga) — Hibis (El Hibe) — 48 BC — OGIS 2.665 = IGR 1.1262 — Hibis 1
I.1 Ποσιδώνιος στρατηγός. {²vac.}²
τῆς πεμφθείσης μοι ὑπὸ τοῦ κυρίου ἡγεμόνος
ἐ̣π̣ι̣στολῆς σὺν τῶι ὑποτεταγμένωι προστά[γ̣]-
[ματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό-
5 [τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ-
[τεταγμένοι]ς̣ [ποι]ῆτε v (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος
[Σεβαστοῦ Γερμανι]κ̣[οῦ Αὐ]τοκράτορος, Μεχεὶρ v ζʹ. {²vac.}²
[Οὐεργίλιος Κα]π̣ίτων Ποσειδωνίωι, στρατηγῶι Ὀάσε-
[ως, χαίρειν· οὗ ἐπὶ] τῆς πόλεως προέθηκα διατάγμα-
10 [τος τὸ ἀντίγραφον ἔ]πε̣μψά̣ σ[οι· β]ο̣ύ̣λ̣ομαι οὖν [σ]ε ἐν
[τόπωι φανερῶ̣ι ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ-
[κάστην κώμη]ν α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γένηται ταῦ[τ’] ἐμοῦ. {²vac.}²
II.14 Γναῖος Οὐ[εργί]λιος Καπίτων λέγει· {²vac.}²
15 καὶ πάλαι μὲν ἤκουόν τινας δαπάνας ἀδίκους καὶ παραλογηί-
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο-
χρωμένων γείνεσθαι, καὶ νῦν δὲ ἐν τῆι τῶν Λιβ̣ύων μάλιστα
ἔγνων ὑποθέσει ὅτι ἀναλίσκεταί τιν̣α ἁρπ̣αζόντων ἀδε-
ῶς τῶν ἐπὶ ταῖς χρείαις ὡς ὑποκεί̣μενα̣ εἰς δαπάνας
20 καὶ ξενίας αὑτῶν τὰ μήτε ὄντα μήτε ὀφείλοντα εἶναι,
ὁμοίως δὲ καὶ̣ ἀν̣γα[ρ]ειῶν ὀνόματι. διὸ κελεύω{ι} τοὺς
δ̣ι̣ο̣δεύοντας διὰ τῶν νομῶν στ̣ρατιώτας καὶ ἱππεῖς καὶ
[σ]τάτορας καὶ̣ ἑ̣κατοντάρχας καὶ χειλιάρχ̣ο̣υς καὶ το̣ὺς λο̣ι-
ποὺς ἅ̣παντα̣ς̣ μηδὲν λ̣αμβάνειν μηδ̣ὲ ἀνγαρεύειν εἰ μή
25 τινες ἐμὰ διπλώματα ἔχου̣σ̣ιν· καὶ τούτους δὲ στέγη{ι} μόνον δέ-
χ̣εσθαι τοὺς διερχομένους, ὑποκ̣είμενόν τε μηδένα μηδὲν πράτ-
τειν ἔξω τῶν ὑπὸ Μαξίμου σταθέντων. [ἐ]ὰν [δ]τις δῶι ἢ ὡς δε-
δομένον λογίσηται καὶ εἰσπράξηι δημοσίᾳ, τοῦτον τὸ δ̣ε̣κ̣απλοῦν
ἐγὼ{ι} ἐκπράξω{ι} οὗ αὐτὸς ἔπραξεν τὸν νομόν, καὶ τῶι μηνύσαντι
30 τὸ τε[τρ]απλάσειον μέρος δώσω{ι} ἐκ τῆς τοῦ κατακριθέντος οὐσί[α]ς.
οἱ [δὲ β]ασιλικοὶ γραμ[μ]ατεῖς καὶ κωμογραμματεῖς καὶ τοπογραμ-
[ματ]εῖς κατὰ νομὸν πάντα ὅσα [δ]α̣πανᾶται ἐκ τοῦ νομοῦ εἴς τινα
ἢ̣ πέπρακ̣ται παραλόγως ἢ ἄλλο τ[ι] ἀν̣α̣γρ̣αφ[έ]σθω̣σ̣αν καὶ ἐν̣ ἡ̣[μέρ]αι[ς]
ἑξήκοντα ἐπιδότωσαν, οἱ δ’ ἐπὶ τ[ῆ]ς Θηβαΐδος δ̣ι̣ὰ τ̣ετρα̣μ̣ή̣ν̣ου̣, εἰς τὰ̣
35 λογιστήρια, καὶ πρὸς Βασιλείδην τὸν̣ Καίσαρο̣ς ἀ̣πελε̣ύθερον̣, τ[ὸν] ἐπ̣ὶ̣
τοῦ λογιστηρίου, καὶ τοὺς ἐκλογιστὰς πεμπέτωσαν, ἵν’ ἐά̣ν̣ τ̣[ι] παρὰ τὸ δί-
καιον λελογευμένον ἢ πεπραγμένον ᾖ, τοῦτο διορθώσομαι. ὁμοίως
III.38 δ[ὲ βού]λομαι δηλοῦσθαί μ̣[οι εἴ που]
π[υρ]ὸς ἢ ἀργύριον δίδ̣ο̣τ̣[αι εἰς τι]-
40 μὴν σκεπαστικοῦ· ὃ [γὰρ ἐγὼ καὶ]
πρῶτον ἀκούσας ἐ[θαύμασα ὅτι τινὲς]
παρὰ τὴν τοῦ κυρίο̣υ̣ [ἡμῶν διάταξιν]
ἐτόλμησαν ἢ σκε[παστικὸν ἀντὶ σκέ]-
πης τι λαμβάνει[ν ἢ ἀπαιτεῖν, καὶ πολ]-
45 λάκις παρὰ τὴν [ἔνδειξιν τὴν τοῦ μηνύ]-
σαντος γείν[εσθαι ἀναιτίους· ἀλλὰ καθ’ ὃ κεχει]-
ρογράφημε[ν, οὗ τὸ ἀντιγραφον ἐπέμψαμεν τῶι]
στρατηγῶι ἐ̣π̣ι̣[δότωσαν οἱ γραμματεῖς ἐν ἑ]-
50 ξήκοντα ἡ[μέραις καὶ, κατὰ τὰ πρότε]-
ρον προστ[εταγμένα δαπανᾶται ἀναγραφέ]-
σθω[σ]α[ν· ταῦτα δὲ βουλομαί σε ἀναπέμ]-
πειν πᾶσι [τοῖς ἐπὶ ταῖς χρείαις ἵνα]
καὶ τὰ ἁμα[ρτήματα ἐκμανθάνωσιν]
55 καὶ τοὺς τὴ[ν][λήθειαν σῴζοντας ἀνε]-
πηρεάστους [φυλαττέτωσαν — — — —]
ἤδη προλέγω{ι} ὅ̣τ̣ι̣
των, εἰ και[— — — — — — — — — γέ]-
νοιτο, τ[ο]ύτους [δὲ — — — — — ἀναγρά]-
60 φεσθαι, [κ]αὶ [τέμπειν πρὸς τοὺς ἐκλογισ̣τὰς]
κολάσεως [ἕνεκα — — — — — — — — —]-
ται τῶν [— — — — — — — —]-
ε̣ι̣ν μοι μετα․ μ[— — — — — καὶ ὅσα ἔ]-
γραψα προτίθεσθ̣[αι σαφῶς ἐν τῆι μη]-
τ̣ρ̣ο̣πόλει τοῦ ὅλου ν[ομοῦ καὶ κατὰ]
IV.65 [κώμ]ην τὰ ἑκάστης, ἵν’ ἐξῆι τῶι βουλομένωι [ἐλέ]-
[γχειν] τοὺς ψευσαμένους· κελεύω δὲ κα[ὶ]
[τοὺς τρ]απεζείτας τῶν νομῶν τῶν
[ἀργυρικ]ῶν λόγων ἀναγραφὴν ἐπικε-
[φαλαιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ
70 [εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ-
[μὸν ἄγωνται ὥστ’ ἐ]ξ̣ αὐτῶν εἶναι φανερὸν
[τὸ ἀληθὲς καὶ τὸ ἀπ]αί̣τ̣ημα λογευθείηι· οἱ
[δ’ ἐγλογισταὶ λογίσθωσαν] καὶ τῶι ἰδίωι λό-
75 [γωι ἀνενεγκάτωσαν ἐν] τῆι ἐξ ἔθους προθεσ-
[μίωι χρό]ν[ωι]. {²vac.}²
[(ἔτους) ἐνάτου Τιβερίου Κλ]α̣[υ]δ̣ί̣[ο]υ Καίσαρος Σεβαστ[ο]ῦ̣
[Γερμανικοῦ Αὐτοκράτορο]ς Χοιὰχ ιαʹ.
Search Help
Contact Us