[ ]
Eg. — Thebai--Diosp. Mg. (Luxor) [E.] — Karnak — 39 BC — OGIS 1.194 = IGR 1.1208 — SEG 24.1217
1 | [βασιλευόντων Κλεοπ]άτρας θεᾶς [φ]ιλοπάτο[ρος καὶ Π]τολεμαίου τοῦ καὶ Καίσαρος θεοῦ φιλοπάτορος φιλο- |
[μήτορος, ἔτους ιγʹ, Ἀρτ]εμισίου ιηʹ Φαμενὼθ ιηʹ, ἔδοξε τοῖς ἀπὸ Διοσπόλεως τῆς [μ]εγάλης ἱερεῦσι τοῦ | |
[μεγίστου θεοῦ Ἀμο]νρασωνθὴρ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴς | |
[καὶ στρατηγὸς καὶ ἐπ]ὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ [γ]υμνασίαρχος καὶ ἱπ[πάρ]χης καὶ πρότερον παρα- | |
5 | [λαβὼν ὑπ’ ἐπισφαλῶν] καὶ ποικίλων περιστάσεων κατεφθαρμένην τὴν πόλιν ἔθαλψε κηδεμονικῶς ἀνεπιβάρητο[ν] |
[διατηρήσας αὐτὴν ἐν] τῆι πάσηι εἰρήνηι, τὰ τε τῶν μεγίστων καὶ πατρώιων θεῶν ἱερὰ εὐσεβῶς ἐξυπηρέτησε καὶ τοὺς βίους | |
[τῶν ἐν αὐτοῖς ἔσωσε] καὶ καθόλου πάντας, δαπανησάμενος ἀνὰ δαπά[ν]ας τοὺς ἅπαντας ἐποίησε ν̣ε̣α[νί]ζ̣ε̣ι̣ν̣ τ̣ε̣ κ̣αὶ̣ | |
[εἰς τὴν ἀρχαίαν εὐ]δαιμονίαν πάντα ἤγαγεν, ἀλήθειαν μὲν καὶ δικαιοσύνην [ἰ]σχ[υρ]ὰς [ποιήσας] καὶ δὴ καὶ χρηστότητα | |
[παρασχών, φιλανθρωπί]αι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπε[ρ]βαλοῦ[σ]ι[ν] ἀεὶ̣ π̣[αραγενό]μεν̣ος̣· [ἔ]τι δὲ καὶ ν[ῦ]ν ․․․․9․․․․ | |
10 | [ἐπιγιγνομένης τῆς] σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸ[ν] τὴν πόλιν τρ[ι]βούσης |
[ἀνάγκης ἐπι]δοὺς μεγαλοψύχως ἑαυ[τ]ὸν αὑτόκλητο[ς] ἐπὶ τῆι ἑκάστου τῶν ἐντοπίων σωτηρίαι ἐσέφερε, πονήσας | |
[ὥσπερ πατὴρ ὑπὲρ] οἰκείας πατρίδος καὶ τέκνων γνησίων σὺν τῆι τῶν θεῶν εὐμενείαι ἀνενλιπεῖς μὲν διηνε[κ]ῶς | |
[σιτίων σχεδ]ὸν πάντας πάντων ἐ[τ]ήρησεν, ἀνεπαισθήτους δὲ τῆς περιστάσεως ἐξ ἧς παρέσχεν εὐθηνίας | |
[διεφύλαξε]· συσχούσης δὲ τὴν οὖσαν σιτοδείαν καὶ ἐν τῶι ἐνεστῶτι ἔτει σκληροτέρας καὶ [ἀτε]λ̣ε̣υ̣[τ]ήου σιτο[δ]είας | |
15 | [παραμεν]ούσης μιᾶι μιᾶς ἀβ[ρ]ο[χ]ίας καὶ πολὺ μᾶλλον ὡς οὐδεπώποτε τοῦ δεινοῦ καθ’ ὅλην ἐπιταθέντος |
[τὴν χώραν, π]αντελῶς δὲ τῆς πόλεως κρινομένης καὶ οὐθενὸς οὐδεμίαν ἰδία[ν ἔτι] πρὸς τὸ ζῆ[ν τε]τραφότο[ς] | |
[ἐλπίδα, π]άντων δὲ διὰ τὴν ἀπορίαν λελιποψυ[χ]ηκότων καὶ συνεγγὺς ἑκάστου παραιτου[μ]έ[ν]ου πά[ντα, οὐ]- | |
[δενὸς δὲ συλλα]μβάνοντος, ἐπικαλεσάμενος τὸν καὶ τότε συμπαραστάντα αὐτῶι μέγιστον θεὸν | |
[Ἀμονρασωνθ]ὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς | |
20 | [τοῖς ἅπασι]ν ἐπέλαμψε· τὸν γὰρ ἑαυτοῦ βίον ὁλοσχερῶς ἀνέθετο τοῖς χρῆσθαι βουλομένοις, ἐπιφ̣[αν]νέστα[τα δὲ] |
[καλῶς ἐβοήθησεν] τοῖς κατοικοῦσι τὸν Περιθήβας καὶ διαθρέ[ψ]ας καὶ σώσας πάντας σὺν γυναιξὶ καὶ τέκνοις καθάπερ ἐ[κ] | |
[ζάλης καὶ ἀντι]πάλων χειμώνων εἰς εὐδινοὺς λιμένας ἤγαγεν· τὸ δὲ πάντων πρῶτον καὶ μέγιστον τῆς | |
[εὐσεβείας, ἔχω]ν ἐπιμελείας τῶν εἰς τὸ θεῖον ἀναπεμπομένων πάντων ὡς ἔνι κράτιστα εὐσεβῶς καὶ ἀγ[ρ]ύπνως | |
[ὑπὲρ τῶν ἱερῶν ἐφ]ρόντισεν, ὥστε ἀφ’ ὅ<τ>ου ὁ πατὴρ τοῦ πατρὸς αὐτοῦ Καλλιμάχου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου | |
25 | [ἀνενεώσατο αὐτὰς ποι]ηθῆναι τὰς τῶν κυρίων θεῶν κωμασίας καὶ πανηγύρεις εὖ μάλα ὁσίως καὶ [κ]α[λ]ῶς ὥσπε[ρ] ἐπὶ τῶν |
[ἀρχαίων χρόνων· ἀ]γαθῆι τύχηι· προσαγορεύεσθαι μὲν αὐτὸν σωτῆρα τῆς πόλεως, ἥ ἐστιν ἀρχεῖον, ὃ στα̣[μίο]ν, | |
[ἀναθεῖναι δὲ αὐτοῦ ἐν] τῆι γενεσίωι ἡμέραι ἐν ἐπισήμοις τόποις τοῦ ἱεροῦ τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ | |
[τρεῖς εἰκόνας αὐτοῦ, μίαν] μὲν τοὺς ἱερεῖς ἐκ σκληροῦ λίθου, δύο δὲ τὴμ πόλιν, ἣν μὲν χαλκῆν, ἣν δὲ [ὁ]μοίως σκληρόλιθον, | |
[ἄγειν δὲ κατ’ ἐνιαυτὸν ἐ]πώνυμον τὴν αὐτὴν ἡμέραν καὶ θύειν τοῖς κυρίοις θεοῖς καὶ στεφανη[φ]ορεῖν καὶ εὐωχεῖσθαι | |
30 | [καθάπερ νόμιμόν ἐστιν], τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι, |
[καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ] τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ | |
[Ἀμονρασωνθὴρ εὐμενείας, ὅ]πως εἰς τὸν αἰῶνα αἰείμνηστοι αὐτῶι ὦσιν αἱ εὐεργεσίαι. |