[ ]
Eg. — Herakleopolis Magna — (Ihnasya el-Medīna) — 41 BC — SB 4.7337
1 | βασίλισσα Κλειοπάτρα θεὰ Φιλοπά<τ>ωρ βασιλεὺς |
Πτολεμαῖος ὁ̣ καὶ Καῖσαρ θεὸς Φιλοπάτωρ καὶ | |
Φιλομήτωρ τῶι στρατηγῶι τοῦ Ἡρακλεοπολίτου | |
χαίρειν. τὸ ὑποκείμενον πρόσταγμα σὺν τῶι | |
5 | χρηματισμῶι μεταγραφήτω<ι> τοῖς τε ἑλληνικοῖς |
καὶ ἐνχωρίοις γράμμασι. καὶ ἐκτεθήτω ἔν τε τῆι | |
μητροπόλει καὶ εν τοῖς ἐπισημοτάτοις τοῦ νομοῦ | |
τόποις, καὶ τἆλλα γινέσθω τοῖς προστεταγμένοις | |
ἀκολούθως. ἔρρωσο. ἔτους ἐνδεκάτου | |
10 | Δαισίου ιγʹ, Φαρμοῦθι ιγʹ. |
Θέωνι. | |
τῶν ἀπὸ τῆς πόλεως γεωργούντων δ’ ἐν τῶι | |
Προσωπίτηι καὶ Βουβαστείτηι ἐντυόντων | |
ἡμε<ῖ>ν ἐπὶ χρηματισμοῦ τῆι ιεʹ τοῦ Φαμενὼθ | |
15 | κατὰ τῶν π̣ρὸς̣ χρείαι̣ς τῶν νομῶν ὃν τρόπον |
οὖτοι, παρὰ τὴν ἡμετέραν π̣ρ̣οαίεσιν καὶ τὰ | |
πολλάκις ὑπὸ τῶν διοικούντων ἀκολούθως | |
ἡμῶν τῆι κρίσει ἐπιστελλόμενα, ὑπὲρ τοῦ μηδὲν | |
πλ̣εῖ̣<ο>ν ἀ̣π̣α̣ι̣τεῖν̣ αὐτοὺς τῶν γνησίων βασιλικῶν, | |
20 | ἐπιβάλλονται παραπράσσειν ταῖς τε ἀγροικικαῖς |
καὶ χωρι̣καῖς ξενιζούσαις ἀπαιτήσεσι συνκατα- | |
ριθμεῖν, μεγάλως μεισοπονηρήσαντες κοινήν | |
τε καὶ καθολικὴν ἐπέξοδον πάντων κρείνοντες | |
ποιεῖσθαι προστετάχαμεν τοὺς γεωργοῦντας | |
25 | κατὰ τὴν χώραν τῶν ἀπὸ τῆς πόλεως πάντας |
μὴ γείνεσθαι συνεισφόρους τοῖς κατὰ καιροὺς | |
καὶ περιστάσεις ἱσταμένοις ἐν τοῖς νομοῖς | |
στεφά<ν>οις καὶ ταῖς ἐπιγραφαῖς μηδὲ τὰ ὑπά[ρ]- | |
χοντα αὐτῶν εἰς τοὺς τοιούτους ἄγ<ε>ιν μερισμοὺς | |
30 | μηδὲ τέλεσμα ἐπ’ αὐτῶν καινίζ<ει>ν, διορθουμένους |
δ̣ὲ̣ τὰ ἄνωθεν εἰς τὸ βασιλικὸν ὑποκείμενα τῆς | |
[τε σ]ιτοφόρου καὶ ἀμπελίτιδος σιτικὰ καὶ ἀργυρικὰ | |
γνήσια τελέσματα, πρὸς μηδὲν ἕτερον καθοντινοῦν | |
τρόπον παρευρέσθει μηδεμιᾷ παρενοχλεῖν. γεινέσθω | |
35 | οὖν ἀκολούθως καὶ προσεκτεθήτω{ι} κατὰ νομόν. |