[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 3.6156; Fayoum 2.118
1 | [ἄσυλον κατὰ π]ρόσταγμα· ᾧ μὴ πρᾶγ[μα]. |
[τῶι ἐπιστάτηι] Θεαδελφείας· τῆς δεδ[ομένης τῆι θ]εᾷ | |
[βασιλίσσ]ηι ἐντεύξεως παρὰ τῶν ἱερέ[ων τοῦ ἐν τῆι] κώ- | |
[μηι Πν]εφερῶτος θεοῦ μεγάλου μετε[νηνεγμένη]ς δ’ | |
5 | [ἐφ’ ἡμᾶς] σὺν τῶι πρὸς αὐτὴν προστεταγ[μένωι, τὸ ἀ]ντί- |
[γραφον ὑ]πόκειται· κατακολούθει οὖν [τοῖς προ]στε[τα]γμέ- | |
[νοις· ἔρρωσο]· (ἔτους) βʹ, Φαμενὼθ γʹ. | |
[βασιλίσσηι Βερενί]κηι θεᾶι Ἐπιφανεῖ χα[ίρειν] | |
[οἱ ἱερεῖς τοῦ Πνεφ]ερῶι θεοῦ μεγάλου [κροκοδεί]λου | |
10 | [τοῦ ὄντος ἐν] Θεαδελφείαι τῆ[ς Θεμί]στου μερί- |
[δος τοῦ Ἀρσινοΐτου]· τυνχάνομεν ἀδιαλ[είπτως] τάς τε | |
[θυσίας καὶ σπο]νδὰς καὶ καύσεις λύχνων καὶ τἆλ- | |
[λα τὰ νομιζό]μενα τοῖς θεοῖς ἐπιτελοῦντες ὑπέρ τε | |
[σοῦ καὶ τῶν π]ρογόνων· πρ[οαιρ]ούμεν[οι] δὲ τ[ὴν το]ῦ ἱεροῦ | |
15 | [ἀσυλίαν] ἐπικυρωθῆναι, ἵνα τούτου πρὸ[ς αὔξησιν] ἀγο- |
μένου πολλῷ μᾶλλον τὰ νομιζόμεν[α τοῖς θ]εοῖς | |
ὑπέρ σου, καθότι πρόκειται, ἐπιτελῆται, [δεόμε]θα, | |
καθ’ ἣν ἔχεις πρὸς τὸ θεῖον εὐσέβειαν, π[ρ]ο[στάξ]αι | |
τὸ [ση]μαινόμενον ἱ[ερ]ὸν καὶ τοὺς προσόντας τό- | |
20 | πους, λιβὸς μὲ[ν] ἐπ’ ἀπηλιώτην πήχεις ἑκατὸν δέ[κ]α |
ἑ̣π̣τ̣ά, νότου [δ’ ἐ]πὶ βορρᾶ ἀπὸ τοῦ γειτνιῶντος ἐγ νότου Βου- | |
β̣α̣[σ]τίου μέχ[ρι τῶν προ]σόντων ἀπὸ βορρᾶ τάφων τῶν ἀποθε̣ι̣- | |
[ουμέ]νων ἱε[ρῶν ζῴων] εἶναι ἀσύλο[υς κ]αὶ μηδένα καθ’ ὁν- | |
[τινο]ῦν τ[ρόπον ἐκ τούτω]ν ἀποβιάζε[σθα]ι, τὸν δὲ φ̣α̣ν̣η̣[σό]- | |
25 | [μ]ενον θα[νάτωι ἔνοχον] εἶναι· ὑπὲ[ρ ὧν κ]αὶ γραφῆναι [Δι]οσ[κου]- |
[ρί]δηι τῶι συγ[γενεῖ καὶ στ]ρατηγῶι [τοῦ ν]ομοῦ προνοηθῆ- | |
ναι ὡς διὰ [στήλης τῆς π]ρὸς το[ῖς δε]δηλωμένοις τό- | |
ποις ἐνοικοδο[μη]θησ[ο]μέν[ης ἐ]ν̣γλυφήσεται ὑπέρ τε | |
σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δ[ηλ]ουμένου ἱεροῦ καὶ τῶν | |
30 | προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιωμένοις, καθά- |
[περ ἐ]πὶ τῶν ὁμο[ίων γ]είνεται· τούτου δὲ γενομένου ἔ- | |
σται τὸ θεῖον μὴ παρατεθεωρημένον· οὐ δυνάμενοι δὲ | |
[τ]οῦ ἱεροῦ ἀποσπᾶ[σθα]ι, δεδ[ώκ]αμεν τὴν [περὶ τούτων] | |
[ἐπ]ιτροπὴν Σοκράτ[ηι τ]ῶι μ[άλιστα] τοῦ [ἱε]ροῦ [διὰ παντὸ]ς | |
35 | [προι]σταμένωι σχ[εθη]σομέν[ωι] τοῦ τῶν ἠ[ξιωμένων] |
[ἀποτελέσ]ματος, [ἵν’ ὦ]μεν εὐεργετη[μένοι]· | |
[διε]υτύχ[ει]. [Διο]σκουρ[ίδηι· γινέσθω]· | |
[(ἔτους) βʹ, Φαωφὶ ιζʹ]. |