[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 1.1161,B; Fayoum 2.117
1 | ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα. |
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδομένης | |
τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως παρὰ τῶν ἱερέων | |
τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος θεοῦ μεγάλου, μετε- | |
5 | νηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι πρὸς αὐτὴν προστε- |
ταγμένωι τὸ ἀντίγραφον ὑπόκειται· κατακολού- | |
θει οὖν τοῖς προστεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμεν(ὼθ) γʹ. | |
βασιλίσσηι Βερενίκηι [θ]εᾶι Ἐπιφανεῖ χαίρειν | |
οἱ ἱερεῖς τοῦ Πνεφερῶι θεοῦ μεγάλου κροκοδείλου | |
10 | τ̣ο̣ῦ̣ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου |
μερίδος τοῦ Ἀρσινοΐτου· τυγχάνομεν ἀδιαλεί- | |
πτως τάς τε θυσίας καὶ σπονδὰς καὶ καύσεις | |
λύχνων καὶ τἆλλα τὰ νομιζόμενα τοῖς θε- | |
οῖς ἐπιτελοῦντες ὑπέρ τε σοῦ καὶ τῶν προγό- | |
15 | νων· προαιρούμενοι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν |
ἐπικυρωθῆναι, ἵνα τούτου πρὸς αὔξησιν ἀγο- | |
μένου πολλῷ μᾶλλον τὰ νομιζόμενα | |
τοῖς θεοῖς ὑπέρ σου, καθότι πρόκειται, ἐ- | |
πιτελῆται, δεόμεθα, καθ’ ἥν ἔχεις πρὸς | |
20 | τὸ θεῖον εὐσέβειαν, προστάξαι τὸ ση- |
μαινόμενον ἱερὸν καὶ τοὺς προσόντας | |
τόπους λιβὸς μὲν ἐπ’ ἀπηλιώτην [πήχεις] | |
[ἑκατὸν δέκα ἑπτά], νότου δ’ ἐπι βορρᾶν ἀπὸ | |
τοῦ γειτνιῶντος ἐγ νότου Βουβαστιείου | |
25 | μέχρι τῶν προσόντων ἀπὸ βορρᾶ τάφων τῶν |
ἀποθειουμένων ἱερῶν ζῴων εἶναι ἀσύλου[ς], | |
καὶ μηδένα καθ’ ὁντινοῦν τρόπον ἐκ τούτων [ἀπο]- | |
βιάζεσθαι, τὸν δὲ φανησόμενον θανάτωι ἔν[ο]- | |
χον εἶναι· ὑπὲρ ὧν καὶ γραφῆναι Διοσκουρίδηι τῶ[ι] | |
30 | συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ προνοηθῆν[αι] |
ὡς διὰ στήλης τῆς πρὸς τοῖς δεδηλωμένοις | |
τόποις ἐνοικοδομηθησομένης ἐνγλυφήσεται | |
ὑπέρ τε σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου | |
<ἱεροῦ> καὶ τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιω- | |
35 | μένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· τού- |
του δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρατεθε- | |
ωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ ἀποσπᾶ- | |
σθαι, δεδώκαμεν τὴν περὶ τούτων ἐπιτροπὴν̣ | |
Σωκράτηι τῶι μάλιστα τοῦ ἱεροῦ διὰ παντὸς | |
40 | προισταμένωι, σχεθησομένωι τοῦ τῶν ἠξιω- |
μένων ἀποτελέσματος, ἵν’ ὦμεν εὐεργε- | |
τημένοι· διευτύχει. | |
Διοσκουρίδηι· γινέσθω· | |
(ἔτους) βʹ, Φαῶφι ιζʹ. |