[ ]
Eg. — Psenamosis (Kōm Tukala) — 67 and 64 BC — SEG 8.529; SB 4.7457 — Delta I,1.445-462
1 | ἀγαθῆι τύχηι. |
ἔτους πεντεκαιδεκάτου, Θωὺθ μιᾶι καὶ εἰκάδι· ἐπὶ τῆς γενομένης συνα- | |
γωγῆς τῶν συγγεώργων ἐχόντων δὲ τὰς κτήσεις περὶ Ψενάμω- | |
σιν τοῦ Βερενίκης νομοῦ, λόγων γενομένων περί τε ἄλλων καὶ διότι Πάρις | |
5 | ὁ συγγενὴς φιλανθρώπως χρώμενος τῆι συνόδωι καὶ κοινῆι πάντας καὶ |
κατ’ ἰδίαν ἀποδεχόμενος, ἔχων τόπον ψιλὸν εἰς οἰκοδομὴν γυμνασίου καὶ οἴκου, | |
βουλομένων ἡμῶν ἀγοράσαι τοῦτον, ὅπως γυμνάσιον ποιήσαντες καὶ οἶκον ἄγω- | |
μεν τὰς ὑπὲρ τῶν βασιλέων θυσίας, οὐχ ὑπέσχετο λαβεῖν τιμήν, ἀλλ’ ἐχαρίσ̣ατο καὶ | |
κατέγραψεν τῆι συνόδωι δωρεάν, διὸ καὶ ἔδοξεν ἀποδέξασθαί τε αὐτὸν καὶ τιμῆ- | |
10 | σαι εἰκόσι δυσίν, ἃς καὶ ἀναθεῖναι ἔν τε τῶι γυμνασίωι καὶ οἴκωι καὶ στεφανοῦσθαι |
αὐτὰς κατὰ τὰς ἐπωνύμους ἡμέρας, ἐν αἷς συναγόμενοι θύομεν ὑπὲρ τῶν βασιλέ- | |
ων, ὁμοίως δὲ καὶ κλισίαν ἔχειν αὐτὸν τὴν πρώτην διὰ βίου, ἄγεσθαι δὲ αὐτοῦ καὶ ἡμέ- | |
ραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ πυλῶνος ἀνατεθεικότα | |
Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνόδωι· δίκαιον γὰρ τοῖς φιλαγάθως | |
15 | τῶι κοινῶι ἀπαντῶσιν τὴν παρὰ πάντων μεμερίσθαι τιμήν· ἐὰν δὲ καὶ ἕτερα φιλο- |
τιμούμενος ἀπολείπηι τῶι κοινῶι, καὶ ἄλλην αὐτοῦ ἐν τῆι πόλει ἡμέραν ἄγεσθαι, | |
καὶ τὴν εἰκόνα, οὗ ἂν εὐωχῶται, ἀνατιθέντα<ς> στεφανοῦν κατὰ πόσιν, ἐπιδέξα- | |
σθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας τρεῖς, | |
ὧν ἂν τὰ ὀνόματα ἐπιδῶ[ι]· τύχηι τῆι ἀγαθῆι· ὑφ’ ὃ καὶ ὑπέγραψαν ὄντες κθʹ. | |
20 | ἔτους ὀκτωκαιδεκάτου, Φαῶφι· ἐπεὶ Πάρις ὁ συγγενής, οἰκείως καὶ φιλαν- |
θρώπως τὰ πρὸς ἡμᾶς διακείμενος, πρότερον μὲν τοῦ ὑπάρχοντος αὐτῶι ἐν τῆι | |
Ψεναμώσει τόπου εὐθετοῦντος ἡμῖν εἰς οἰκοδομὴν οἴκου καὶ γυμνασίου, προ- | |
αιρουμένων ἡμῶν τιμὴν αὐτοῦ δοῦναι, οὐκ ὑπέσχετο λαβεῖν ἀλλὰ δωρεὰν ἐχαρί- | |
σατο, ὅθεν καὶ παρ’ ἡμῶν γεγονέναι αὐτῶι τιμὰς τὰς διὰ τοῦ προκειμένου δόγμα- | |
25 | τος κεκυρωμένας εἰκόνας δύο, ἃς καὶ ἀναθεῖναι ἔν τε τῶι γυμνασίωι καὶ τῶι οἴκωι, |
καὶ στεφανοῦσθαι αὐτὰς κατὰ τὰς ἐπωνύμους ἡμέρας, ἐν αἷς συναγόμενοι θύο- | |
μεν ὑπὲρ τῶν βασιλέων, ὁμοίως δὲ καὶ κλισίαν ἔχειν αὐτὸν τὴν πρώτην διὰ βίου, | |
ἄγεσθαι δὲ αὐτοῦ καὶ ἡμέραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ | |
πυλῶνος ἀνατεθεικότα Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνό- | |
30 | δωι, δίκαιον γὰρ τοῖς φιλαγάθως τῶι κοινῶι ἀπαντῶσιν τὴν παρ’ αὐτῶν μεμερίσθαι |
τιμήν, ἐπιδέξασθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας | |
τρεῖς, ὧν τὰ ὀνόματα δώσει, καὶ νυνὶ ἐν τῶι εἰκοστῶι ἔτει προτεθυμημένου αὐτοῦ | |
ἐπαύξειν τὴν σύνοδον ἡμῶν καὶ δεδωρημένου εἰς τὰς ἀχθησομένας αὐτοῦ | |
κατ’ ἔτος ἄλλας ἡμέρας δύο ὥστ’ εἶναι τοῦ ἐνιαυτοῦ ἡμέρας τρεῖς, ὧν ἐν μὲν Ἀλεξαν- | |
35 | δρείαι τῶι Θωὺθ μίαν ἀνατιθέντας αὐτοῦ εἰκόνα γραπτὴν καὶ στεφανοῦντας οὗ ἂν εὐωχῶν- |
ται, καὶ ἐν Ψεναμώσει ἐν τῶι Φαρμοῦθι μετὰ τὴν τοῦ Ἀπόλλωνος ἡμέραν μίαν καθότι προ- | |
δέδοκται καὶ ἐν τῶι Μεσορὴ ἐπὶ τοῦ τρυγητοῦ ἄλλην μίαν, εἰς ἃς καὶ δέδωκεν ἀργυρίου | |
δραχμὰς χιλίας, ὅπως ἀπὸ τοῦ συναχθησομένου κατ’ ἐνιαυτὸν τόκου ἀργυρίου δραχμῶν | |
διακοσίων ἡ δαπάνη γίνηται τῶν προσεκτισμένων αὐτοῦ ἄλλων ἡμερῶν δύο, εἶναι δὲ | |
40 | αὐτὸν καὶ ἱερέα διὰ βίου καὶ ἀζήμιον καὶ ἀσύμβολον καὶ ἀνεπιμηνίευτον καὶ ἀλειτούργη- |
τον καὶ ἀνείσφορον καὶ λαμβάνειν διπλᾶ μέρη· ἐὰν δὲ μὴ παρῆι, πέμπεσθαι αὐτῶι, στεφανοῦ- | |
σθαι δὲ καὶ κατὰ πόσιν διαφέροντι στεφάνωι ὑπὸ τοῦ κοινοῦ· ἐὰν δὲ γηραιὸς γενόμενος με- | |
ταλλάξηι, ἐπιφέρειν αὐτῶι κατ’ ἐνιαυτὸν εἰς τὸν τάφον τοῖς νεκυσίοις τὴν σύνοδον τὰ νο- | |
μιζόμενα καὶ στεφανοῦν ἐκ τοῦ κοινοῦ κατὰ πόσιν διαφέροντι στεφάνωι, γραφῆναι δὲ | |
45 | περὶ τῶν προκειμένων πάντων ψήφισμα ἐν στήληι καὶ ἀναθεῖναι ἐν τῶι πυλῶνι τοῦ τε- |
μένους περὶ τῶν ἀχθησομένων αὐτοῦ κατ’ ἔτος ἡμερῶν τριῶν καὶ ἀνατεθησομένων | |
εἰκόνων τριῶν, ἀκολούθως τοῖς δόγμασι τούτοις· τύχηι τῆι ἀγαθῆι· ὑπογραψάντων πάν- | |
των τῶν συνόντων εὐδοκεῖν καὶ ποιήσειν πάντα καθότι πρόκειται· ὑφ’ ὃ καὶ ὑπέγραψαν | |
πάντες εὐδοκοῦντες. |