[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 75 BC — SB 1.3926
1 | θεῶν τῆι πόλει τῶν Πτολεμαιέων |
χαίρειν καὶ ἐρρῶσθαι· | |
τῆς μετενηνεγμένης ἐφ’ ἡμᾶς | |
ἀπαγγελίας σὺν τῶι πρὸς αὐτὴν | |
5 | προστεταγμένωι ἀντίγραφον |
ὑπόκειται, ὅπως εἰδότες καταχ[ω]ρίσητε | |
ἐν τῶι παρ’ ὑμῖν δημοσίωι, ὠς καθήκει, | |
καὶ ἑαυτῶν ἐπιμελο<ύ>μενοι ἵν’ ὑγιαίνητε· | |
ἔρρωσθε (ἔτους) ϛʹ, Φαμενὼθ ιβʹ. | |
10 | Θέωνι. |
ῥητήθω οἷς καθήκει τὸ κατεσκευ- | |
ασμένον ὑπὲρ τῆς ἡμετέρας σωτηρίας | |
ὑπὸ Καλλιμάχου τοῦ ἐπιστρατήγου | |
Ἰσίδειον ἀπὸ νότου Πτολεμαΐδος | |
15 | ἀτελὲς καὶ ἄσυλον εἶναι σὺν τοῖς |
περὶ αὐτὸ κατῳκοδομημένοις | |
οἰηκτηρίοις μέχρι τοῦ τείχους | |
τῆς πόλεως. | |
γινέσθω. (ἔτους) ϛʹ, Φαμενὼθ εʹ. |