[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6153; Fayoum 2.113
1 ἄσυλον κατὰ πρόσταγμα· ὧι μὴ
πρᾶγμα. βασιλεῖ Πτολεμαί<ωι>
τῶι καὶ Ἀλεξάνδρωι θε<ῶι> [Φι]<λο>μ̣ή<το>-
ρι χαίρειν οἱ ἱερεῖς Ἴσιδος
5      Σαχύψιος, θεᾶς μεγίστης,
τῆς πρώτως ἐπιφανείσης, ἱεροῦ
τοῦ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίσ-
του μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασα-
φουμένου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν
10 προγόνων σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς
καὶ προεδρείας καὶ κα<τὰ> τοὺς διαγεγονό-
τας χρόνους τετευχότος, νυνὶ δὲ ἔνιοι
τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ καθῆκο-
ν ἀναστρεφό<με>νοι οὐ μόνον ἐγβιάζονται τοὺς
15 εἰς τοῦ{σ}το {²⁶τοῦτο}²⁶ κατ<α>φεύγοντας ἱκέτας, ἀλλὰ καὶ δι[ὰ]
χειραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερο[ν]
εἰσοδεύοντες ἀ<φόσια> μὲν τελοῦνται ἀσεβήματα,
παρ’ ἥν ἔχεις, θεότατε βασιλεῦ, πρὸ<ς> τὸ θεῖον εὐ-
σέβειαν, μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δε-
20 όμεθά σου τοῦ νικηφόρου <θεοῦ>, εἰ δοκεῖ, ἐπιχωρῆσαι {α}
ἄσυλον ὑπάρχειν τὸ διασαφούμεν<ον> ἱερὸν καὶ προ-
θεῖναι στήλας λιθίνας ἐκ τῶν τεσσάρων <ἀνέμων>, κυκλό-
θεν τοῦ ἱεροῦ πήχεσιν {πήχεσιν} πεντήκοντα
ἐχούσας ἐπιγραφὰς ἐνδόξως ὧ[ι] μὴ πρᾶγμα
25 μὴ εἰσίναι, ὑπέρ τε σοῦ, μέγιστε βασιλεῦ, εἰ-
ς τὸ μηδένα εἰσβιάζεσθαι τρόπωι μηδενί,
τοὺς δὲ παρὰ ταῦτα ποιοῦντας ἐνέχεσθαι
ἱεροσυλ{λ}ίαι {²⁶ἱεροσυλίαι}²⁶ καὶ πείπτειν ὑπὸ πικροτέραν δι-
{δ}άληψιν {²⁶διάληψιν}²⁶· προσταγέντος Λυσανίαι τῶι συγ-
30 [γ]ενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ κατακολο-
[υθ]ήσαντα τοῦς προστεταγμένοις ἐᾶσαι ἡ-
[μᾶ]ς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπως πολλῷ
[μ]ᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ καὶ τἆ[λλα]
[τ]ὰ νομιζόμενα ὑπέρ τε σοῦ καὶ τῶ[ν τέ]-
35 [κνω]ν καὶ τῶν προγόνων καὶ Ἴσι[δι καὶ Σαρά]-
π[ιδι] ἐπιτελεσθῇ, ἵν’ [ὦμεν εὐεργετημένοι]·
      εὐτύχει. [Λυσανίαι · ποιεῖν] ·
            [(ἔτους) καʹ, Μ]εχεὶ̣ρ̣ [ζʹ].
Search Help
Contact Us