[ ]
Eg. — Soknopaiou Nesos (Dimai) — 95 BC — OGIS 1.179; SB 5.8888 — Fayoum 1.71
1 | ὑπὲρ βασιλέως Πτολεμαίου |
τοῦ καὶ Ἀλεξάνδρου, θεοῦ Φιλο- | |
μήτορος, καὶ Λυσανίου, τοῦ | |
συγγενοῦς καὶ στρατηγοῦ | |
5 | καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἀρ- |
σινοΐτου, (ἔτους) κʹ, Ἁθὺρ ζʹ, | |
ἐπ’ Ἀνικήτου οἰκονόμου σιτικῶν | |
τῆς Ἡρακλείδου μερίδος κατηρ- | |
τίσθηι δίδοσθαι παρά τε ἑαυτοῦ | |
10 | καὶ τῶν ὑπασχολουμένων ἐν |
τῆι οἰκονομίαι διὰ τῆς μερίδος | |
κατ’ ἐνιαυτὸν ἀπαρχὴν εἰς τὸ | |
ἱερὸν τοῦ μεγίστου θεοῦ Σοκνο- | |
παίου πυροῦ ἀρτ(άβας) ρπβʹ (ἥμισυ), ὥστε | |
15 | εἰς ἑκάστην ἡμέραν τοῦ ἐνιαυ- |
τοῦ πυροῦ (ἥμισυ)· οἱ δὲ μεταληψόμε- | |
νοι τὴν χρείαν μετρήσουσι κα- | |
τ’ ἔτος εἰς τὸ ἱερὸν τὰς ἴσας ἐπι- | |
λαμβάνοντες τὴν κατακειμέ- | |
20 | νην ὑπὸ τοῦ Ἀνικήτου ἐν τῶι ἱερῶι |
γραφὴν τοῦ κατ’ ἄνδρα. |