[ ] Eg. — Memphis (Mit Riheina) — 112/11 BC — OGIS 2.737
1 ἔτους ἕκτου· ἐπὶ συναγωγῆς
τῆς γενηθείσης ἐν τῶι ἄνω Ἀπολλ[ω]-
νιείωι τοῦ πολιτεύματος καὶ τῶν
ἀπὸ τῆς πόλεως Ἰδουμαίων.
5 ἐπεὶ Δωρίων ὁ συγγενὴς καὶ στρατηγὸς
καὶ ἱερεὺς τοῦ πλήθους τῶν μαχαιροφόρων
ἐν πολλοῖς εὐεργετηκὼς ἐφαίνετο καὶ κοινῆι
καὶ κατ’ ἰδίαν ἕκαστον, εὐσεβῶς τε διακείμενος
πρὸς τὸ θεῖον προθύμως πεπόηται μετὰ πολλῆς
10 καὶ δαψιλοῦς δαπάνης τήν τε καταλιφὴν καὶ
κονίασιν τοῦ δηλουμένου ἱεροῦ καθάπερ καὶ
πᾶσι πρόδηλόν ἐστιν· ἔδοξεν τὰς μὲν ἄλλας
ἃς ἔχει τιμὰς μένειν αὐτῶι διὰ βίου· καὶ ἐπὶ
τῶν δὲ ἀεὶ γινομένων θυσιῶν ἀναγορεύ-
15 εσθαι αὐτῶι θαλλὸν κατὰ τὸν πάτριον νόμον
καὶ ἐπιτάξαι τοῖς ἱερεύσι καὶ ἱεροψάλταις
ἐπὶ τῶν ὕμνων μεμνῆσθαι αὐτοῦ· ἔτι δὲ καὶ
ἐπὶ τῶν τοῦ πολιτεύματος εὐωχιῶν στε-
φανοῦσθαι διὰ παντὸς ἐξάλλωι στεφάνῳ.
20 τὸ δὲ ψήφισμα ἐνγράψαντας εἰς στήλην
λιθίνην ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι
τοῦ ἱεροῦ τόπωι καὶ μεταδοθῆναι αὐτοῦ ἀντί-
γραφον τῶι Δωρίωνι, ἵν’ εἰδῆι ἣν ἔσχηκεν
πρὸς αὐτὸν ἡ πόλις εὐχάριστον ἀπάντησιν.
Search Help
Contact Us