[ ] Eg. — Patoumos--Pithom (Tell el-Maskhuta [Abu Suweir]) — 217 BC — SEG 8.467; SB 5.7172
d5/7 {²recontructed from demotic text 5-7}²
1 [οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς ἄδυτον εἰς]-
[πορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτερο]-
[φόραι καὶ ἱερογραμματεῖς καὶ οἱ ἄλλοι ἱερεῖς οἱ συναν]-
[τήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὸ ἐν]
5 [Μέμφει ἱερὸν] — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — —
[καθ’ ὃν καιρὸν παρεγενήθη εἰς Αἴγυπτον] — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — —
[— — — εἰς τὸ ποιεῖσθαι προθέσεις καὶ συντελεῖν θυσίας]
10 [καὶ σπονδὰς καὶ τἄλλα τὰ καθήκοντα πρὸς τὴν τοιαύτην]
[πανήγυριν συναχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶι]
[εἶπαν· ἐπειδὴ] — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — —
A {²corresponding to demotic text 25-31}²
1 καὶ τἆλλα τὰ νομιζόμενα
πρὸς τὴν τοιαύτην ὑποδοχὴν
στεφανηφοροῦντες καὶ πανη-
γυρίζοντες μετὰ θυσιῶν καὶ
5 σπονδῶν καὶ προθέσεων· εἰσ-
ελθών τε ὁ βασιλεὺς εἰς τὰ ἱερὰ
καὶ θύσας ἀνέθηκεν προσόδους
αὐτοῖς χωρὶς τῶν προανακει-
μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου
10 χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,
καὶ τῶν ἐν τοῖς ἀδύτοις ἱερῶν
ἀγαλμάτων τά τε λείποντα ἐξ ἀρ-
χαίων χρόνων καὶ τὰ προσδεόμενα
ἐπανορθώσεως ἀνενεώσατο, χορη-
15 γήσας εἰς ταῦτα πολὺ πλῆθος χρυσί-
ου καὶ ἀργυρίου καὶ λίθων πολυτε-
λῶν καὶ τῶν ἄλλων {πολυτελῶν
καὶ τῶν ἄλλων}, ὧν χρεία ἦν, καίπερ
πολλῆς αὐτῶι δαπάνης γεγενημέ-
20 νης ἐν τῆι στρατείαι καὶ ἐστεφανω-
κότος αὐτοῦ τὰς δυνάμεις χρυσῶν
μυριάδων τριάκοντα, τῶν τε ἱερῶν
καὶ τῶν περὶ τὰ ἱερὰ διατριβόντων
καὶ τῶν ἄλλων τῶν ἐν τῆι χώραι
25 τὴν πᾶσαν ἐπιμέλειαν ἐποιήσατο
εὐχαριστῶν τοῖς θεοῖς ἐπὶ τῶι συν-
[τελ]έσαι αὐτοὺς ἃ ἐπηγγείλαντο
[αὐτῶι· ἀ]γαθῆ τύχηι· δεδόχθαι
[τοῖς κα]τὰ τὴν χώραν ἱερεῦ-
30 [σιν τάς τε π]ροϋπαρχούσας τιμὰς
[ἐν τοῖς ἱεροῖς βα]σιλεῖ Πτολεμαίωι
[καὶ βασιλίσσηι Ἀρσινό]ηι θεοῖς Φιλο-
[πάτορσιν καὶ τοῖς γονεῦ]σιν αὐτῶν
[θεοῖς Εὐεργέταις καὶ τοῖς προ]γόνοις
35 [θεοῖς Ἀδελφοῖς καὶ θεοῖς Σωτῆρ-
[σιν ἐπαύξειν μεγάλως καὶ στῆσαι]
d32/38 {²reconstructed from demotic text 32-38}²
1 [βασιλέως Πτολεμαίου αἰωνοβίου ἠγαπημένου ὑπὸ]
[τῆς Ἴσιδος, εἰκόνα ἣ προσονομασθήσεται "Πτολεμαίου]
[Ὥρου τοῦ ἐπαμύνοντος τῶι πατρὶ καλλινικοῦ", καὶ]
[τῆς ἀδελφῆς αὐτοῦ Ἀρσινόης, θεῶν Φιλοπατόρων, ἐν]
5 [τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἐν τῶι ἐπιφανεστάτωι]
[τόπωι, ἃ ἔσται κατεσκευασμένα κατὰ τὸν Αἰγυπτίων τρόπον]
— — — — — — — — — — — — — — — — — — — — — — — — — —
[καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας]
[καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἄλλα τὰ νομι]-
10 [ζόμενα συντελεῖν καθὰ τοῖς ἄλλοις θεοῖς ἐν ταῖς ἑορταῖς]
[καὶ πανηγύρεσιν καὶ ἐπωνύμοις ἡμέραις] — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[ἄγειν δὲ ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν χώραν]
[ἱεροῖς τῶι αἰωνοβίου βασιλεῖ Πτολεμαίωι ἠγαπημένωι ὑπὸ]
15 [τῆς Ἴσιδος ἀπὸ τῆς δεκάτης τοῦ Πάχων, ἐν ἧι ἡμέραι ἐνι]-
[κησεν ὁ βασιλεύς τὸ κακὸν, ἐφ’ ἡμέρας πέντε κατ’ ἐνιαυτόν],
[ἐν αἶς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ]
[σπόνδας καὶ τἄλλα τὰ καθήκοντα ἐν ἅπασι τοῖς κατὰ τὴν]
[χώραν ἱεροῖς] — — — — — — — — — — — — — — — — — — — — —
20 — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[καὶ τοὺς τῶν Φιλοπατόρων νάους συνεξοδεύειν ταῦτηι]
[τῆ ἡμέραι] — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[καὶ ἐπειδὴ συνέβη νικῆσαι ἐν τῆι πρώτηι δεκάτηι Πτολε]-
25 [μαίον τὸν ἐκ θεῶν Εὐεργετῶν καὶ ἐκ θεῶν Ἀδελφῶν καὶ ἐκ]
B(1) {²corresponding to demotic text 39-40}²
37 θεῶν Σωτήρων, [ἥτις τυγ]-
χάνει προτετιμημένη
ὑπ’ αὐτοῦ καὶ εὐξημέ-
40 νη ἐπιφανῶς, ἄγεσθαι
κατὰ μῆνα τὴν πρώτην
δεκάτην ἑορτὴν ἐν πᾶσι[ν]
τοῖς κατὰ τὴν χώραν ἱερο[ῖς]
καὶ θυσίας καὶ σπονδὰς [καὶ]
45 τὰ λοιπὰ τὰ νομιζόμενα γ[ί]-
νεσθαι ἐν ταῖς ἄλλαις ἑορ[ταῖς]
συντελεῖσθαι κατὰ μῆνα [ἐν]
ταύτη τῆι ἡμέραι καὶ τὰ
παρασκευασθέντα εἰς τὴν
50 θυσίαν ἐπιδιαιρεῖσθαι πᾶσιν
τοῖς τὸ ἱερὸν θεραπεύουσιν
{²lacuna of c.14 lines}²
— — — — — — — — — — —
d41/43 {²reconstructed from demotic text 41-43}²
1 [καλέσαι δὲ αὐτὴν βασιλέα Πτολεμαῖον Ὧρον τὸν ἐπαμύνοντα]
[τῶι πατρὶ καλλίνικον· συντελέσαι δὲ πάντα κατὰ τὴν ἑορτὴν]
[ταύτην καθάπερ κατὰ τὰς τῶν ἄλλων θεῶν ἐπωνύ]{²μους}²
B(2) {²corresponding to end of demotic text}²
53 {²ἐπωνύ}²μους ἡμέρας, ὅπως [οἱ ἐν]
[Αἰγύπτωι πάντες φαίνωνται]
55 [αὔξοντες καὶ τιμῶντες]
[τοὺς Φιλοπάτορας θεοὺς]
[καθάπερ δίκαιον ἐστίν· τὸ δὲ]
[ψήφισμα τοῦτο ἀναγράψαι]
[εἰς στήλην λιθίνην].
Search Help
Contact Us