[ ] Eg. — Tanis (San) — 238 BC — OGIS 1.56A; Migne 5,22187
1 βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν ἔτους ἐνάτου, ἐφ’ ἱερέως Ἀπολλωνίδου τοῦ
Μοσχίωνος Ἀλεξάνδρου, καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόη̣[ς] Φιλαδέλφο̣υ̣ Μενεκρατείας
τῆς Φιλάμμονος, μηνὸς Ἀπελλαίου ἑβδόμηι, Αἰγυπτίων δὲ Τυβὶ ἑπτακαιδεκάτηι· ψήφισμα· οἱ ἀρχιερεῖς
καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ
5 οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμ̣[π̣]τ̣η̣ν̣ τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τ̣ὴ̣ν̣ β̣[α]σιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ [βασ]ιλ̣εὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνή, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλ̣[ὰ κ]αὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερὰ καὶ
τὰς τιμὰς τῶν θεῶν ἐπὶ πλέον αὔξοντες, τοῦ τε Ἄπιος καὶ τοῦ Μνήυιος κα[ὶ τ]ῶν λοιπῶν ἐνλογίμων ἱερῶν ζώιων τῶν ἐν τῆι χώραι τὴν
10 ἐπιμέλειαν διὰ παντὸς ποιοῦνται μετὰ μεγάλης δαπάνης κ̣α̣ὶ̣ χ̣ο̣ρ̣η̣γίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγ̣[υπτο]ν̣ καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆ[ς π]ρ̣ὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
15 ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων̣ [σ]ωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων <τόπ>ων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μ̣ε̣ι̣ζ̣όνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
μέγιστον ὑπόμνημα καταλείποντες τοῖς τε νῦν οὖσιν καὶ τοῖς ἐπιγινομένοις. ἁνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλεί-
20 αν καὶ δώσουσιν τἆλ̣[λ]’ ἀ̣γ̣αθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον. ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σω̣[τῆρ]σ̣ιν αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι [ἐν π]ᾶ̣σιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις, οἷς φορούσιν προσεγκολάπτεσθαι καὶ τὴν ἱερωσύνην τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ν̣α̣[ι] δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήησεται πέμ-
25 πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
χρόνον· τοὺς δὲ προϋπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς, ἐν αἷς πρότερον ἦσαν· ὁμοίως δὲ καὶ τοὺς
ἐκγόνους αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλάς, ἐν αἷς οἱ πατέρες εἰσίν. ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων
30 κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ <ἑ>κάστης φυλῆς <λ>αμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτ<η> καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
35 λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν {τὴν} χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι,
θεοῖς Εὐεργέταις τῆι ἡμέραι, ἐν ἧι ἐπιτέλλεται τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παῦνι μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγεται καὶ ἡ συναγωγὴ τῶν καρπῶν καὶ ἡ τοῦ
ποταμοῦ ἀνάβασις γίνεται. ἐὰν δὲ καὶ συμβαίνηι τὴν ἐπιτολὴν τοῦ <ἄ>στρου μεταβαίνειν εἰς ἑτέραν ἡμέραν διὰ τεσσάρων ἐτῶν, μὴ μετατί-
θεσθαι τὴν πανήγυριν, ἀλλὰ ἄγεσθαι τῆι νουμηνίαι τοῦ Παυνί, ἐν ἧι καὶ ἐξ ἀρχῆς ἤχθη ἐν τῶι ἐνάτωι ἔτει, καὶ συντελεῖν αὐτὴν ἐπὶ ἡμέρας
40 πέντε μετὰ στεφανηφορίας καὶ θυσιῶν καὶ σπονδῶν καὶ τῶν ἄλλων τῶν προσηκόντων. ὅπως δὲ καὶ αἱ ὧραι τὸ καθῆκον ποιῶσιν διὰ παντὸς κατὰ τὴν νῦν
οὖσαν κατάσ{τασ}τασιν {²⁶κατάστασιν}²⁶ τοῦ κόσμου, καὶ μὴ συμβαίνηι τινὰς τῶν δημοτελῶν ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου
μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρω<ν> ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶι θέρει ἄγεσθαι ἐν τῶι χειμῶνι, ἐν τοῖς μετὰ ταῦτα καιροῖς καθάπερ πρό-
τερόν τε συμβέβηκεν γενέσθαι κα<ὶ> νῦν ἂν ἐγίνετο τῆς συντάξεως τοῦ ἐνιαυτοῦ ἐνιαυτοῦ <μ>ενούσης ἐκ τῶν τριακοσίων καὶ ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσ-
νομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴν τῶν Εὐεργετῶν θεῶν ἐπάγεσθαι διὰ τεσσάρων ἐτῶν ἐπὶ ταῖς πέντε ταῖς
45 ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἅπαντες εἰδῶσιν διότι τὸ ἐλλεῖπον πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐνιαυτοῦ καὶ τῶν νομιζο-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πό<λ>ου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸν ἱερέων,
οἳ μέγα μὲν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν, καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσίριος ἐν τῶι
50 ἐν̣ Κ̣α̣[ν]ώ̣πωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις <ἱ>εροῖς ἐστιν, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμωμένοις ὑπάρχει,
καὶ ἡ ἀναγωγὴ τοῦ ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ’ ἐνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτ<η>ι καὶ εἰκάδι τοῦ Χοίαχ τῶν ἐκ τῶν π[ρώ]-
των ἱερῶν πάντων θυσίας συντελούντων ἐπὶ <τ>ῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρ̣ό̣μ̣ο̣[υ],
μετὰ δὲ ταῦτα <τὰ> πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄ[πει]
καὶ Μνήμει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
55 <κ>ατὰ τὴν χώραν ἱεροῖς, καὶ ἐπεὶ εἰς θεοὺς μετῆλθεν ἐν τῶι Τυβὶ μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠ̣[νό]-
μασεν ὁτὲ μὲν βασιλείαν, ὁτὲ <δὲ> ὅρασιν αὑτοῦ, καὶ ἄγουσιν αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι μηνί, ἐν ὧι ἡ ἀποθέωσις αὐ[τῆς]
ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ βασιλίσσηι Βερενίκηι τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τ[ο]ῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑορτὴν καὶ πε-
ρίπλουν ἐφ’ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαιδεκάτη<ς> ἐν ἧι ὁ περίπλους καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ
ἱερὸν ἄγαλμα χρυσοῦν διάλιθον ἐν ἑ<κ>άστωι τῶν πρώτων καὶ δευτέρων ἱερῶν καὶ καθιδρῦσαι ἐν τῶι ἁγίωι· ὃ <ὁ> πρ[ο]φήτης ἤ <τις> τῶν <ε>ἰς τὸ ἄδυτον εἱρημένων
60 ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωντα<ι>, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύ<ο>, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, τ̣α̣ύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
παπυροειδές, ὃ εἰώθασιν αἱ θεαὶ ἔχειν ἐν ταῖς χερσίν, περὶ ὃ καὶ οὐρὰ τῆς βασιλείας ἔσται περιειλημένη, ὥστε καὶ ἐκ τῆς διαθέσεως τῆς βασιλείας δια-
σαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς. καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἐν τῶν Χοιὰχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριος, κατα-
65 σκευάσαι τὰς παρθένους τῶν ἱερέων ἄλλο ἄγαλ<μ>α Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἆλλα τὰ σ̣[υν]τ̣ελούμενα νό-
μιμα τῆι ἑορτῆι ταύτηι· ἐξεῖναι δὲ κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· δ’ αὐτὴν καὶ ὑ-
πὸ τῶν ἐπιλεγομένων ἱερ{ει}ῶν {²⁶ἱερῶν}²⁶ παρθένων καὶ τὰς χρείας παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶ̣[ν θεῶ]ν̣, ὧν ἱέρειαι νομίζονται
εἶναι, καὶ ὅταν ὁ πρώϊμος σπόρος παραστῆι, ἀναφέρειν τὰς ἱερὰς παρθένους στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ, ἄιδειν δ’ εἰς αὐτὴν
καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν τούς τε ὠιδοὺς ἄνδρας καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γρά-
70 ψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερὰς βύβλους. καὶ ἐπειδὴ τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ [ἐκ τῶν]
ἱερῶν ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧς ἂν ἡμέρας γένωνται, τὴν συνκριθη̣[σομέ]-
νην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι τῶν ἱερῶν κατὰ λόγον τῶν ἱερῶν προσόδων, καὶ τὸν διδόμενον ἄρτο<ν> ταῖς <γ>υναιξὶν
τῶν ἱερέων ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δὲ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ
γραμματεῖς ἀναγραψάτωσαν τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς, καὶ ἀναθέ-
75 τωσαν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῶν τε αʹ {²⁶πρώτων}²⁶ ἱερῶν καὶ βʹ {²⁶δευτέρων}²⁶ καὶ γʹ {²⁶τρίτων}²⁶, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντ<ε>ς τοὺς Εὐεργέτας, θεοὺς καὶ τὰ τέκν̣<α> α̣ὐτῶν
καθάπερ δίκαιόν ἐστιν.
Search Help