[ ] Eg. — Momemphis (Kōm el-Hisn) — 238 BC — OGIS 1.56B; Milne 1,22186 — Delta I,3.989,1
1 βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν, ἔτους ἐνάτου, ἐπὶ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος Ἀλεξάνδρου κ̣[αὶ θεῶν]
Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμωνος, μηνὸς Ἀπελλαίου ἑβδόμηι, Αἰγυπτίων δὲ Τυβὶ ἑπτα[καιδεκάτηι],
ψήφισμα· οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς, καὶ οἱ ἄλλοι ἱερεῖς οἱ συν[αντήσαντες]
ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν [τὴν βασιλείαν]
5 παρὰ τοῦ πατρός, συνεδρεύσαντες ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν, εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀ̣[ρσινόης, θεῶν]
Ἀδελφῶν, καὶ βασίλισσα Βερενίκη, ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνὴ, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερὰ καὶ τὰς τιμ̣[ὰς τῶν θεῶν]
ἐπὶ πλεῖον αὔξοντες, τοῦ τε Ἄπιος καὶ τοῦ Μνηύιος καὶ τῶν λοιπῶν ἐνλογίμων ἱερῶν ζώιων τῶν ἐν τῆι χώραι τὴν ἐπιμέλειαν διὰ παντὸς ποιοῦνται μετὰ μεγ[άλης δαπάνης]
καὶ χορηγίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν [εἰς τὰ ἱερά, ὅθεν]
ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν [τῆι χώραι πᾶσιν]
10 καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἀναβάντος καὶ πάντων τῶν [ἐν τῆι χώραι]
καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβρο[χίαις περι]-
πεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμονικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνο[ηθέντες],
οὐκ ὀλίγας δὲ τῶν προσόδων ὑπεριδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ̣[ψάμενοι]
εἰς τὴν χώραν τιμῶν μειξόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς μέγιστον ὑπόμνημα καταλείποντες [τοῖς τε νῦν]
15 οὖσιν καὶ τοῖς ἐπιγινομένοις, ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλείαν καὶ δώσουσιν τἄλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδό[χθαι τοῖς]
κατὰ τὴν χώραν ἱερεῦσιν τὰς τε προυπαρχούσας τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν, θε[οῖς Ἀδελφοῖς],
καὶ τοῖς προγόνοις, θεοῖς Σωτῆρσιν, αὔξειν, καὶ τοὺς ἱ<ε>ρεῖς τοὺς ἐν ἐκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν, καὶ ἐν̣[γράφεσθαι]
ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φοροῦσιν προσενκολάπτεσθαι καὶ τὴν ἱερεωσύνην τῶν Εὐεργετῶν θεῶν, προσαποδει[χθῆναι] δὲ πρὸς ταῖς [νῦν ὑπαρχούσαις]
τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην ἣ προσονομασθήσεται πέμπτη φυλὴ τῶν Εὐεργετῶν θεῶν· ἐ<π>εὶ καὶ σῦν τῆι ἀγαθῆι τύχ[ηι καὶ τὴν]
20 γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ [τὴν φυλὴν]
ταύτην καταλεχθῆν̣αι τοὺς ἀπὸ τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει καὶ το[ὺς τούτων]
ἐκγόνους εἰς τὸν ἀεὶ χρόνον, τοὺς δὲ προυπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς ἐν αἷς πρότερον ἦσαν, ὁμοίως δὲ καὶ τ[οὺς ἐκγόνους]
αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλὰς ἐν αἷς οἱ πατέρες <ε>ἰσίν· ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων κατ’ ἐνιαυτὸν ἐκ τῶν προ[υπαρχουσῶν]
τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶ[ν Εὐεργετῶν]
25 θεῶν ἄλλων πέντε· μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν, τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχο̣[ν αὐτῆς εἶναι],
καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσσάρων φυλῶν ὑπάρχει· καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψ̣ή̣[φισμα ἥ τε πέμπτη]
καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτελεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν παν[ήγυριν δημοτελῆ]
ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσ[ιος], ἣ ν[ομίζεται διὰ τῶν]
ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παυνὶ μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγ̣εται [καὶ ἡ συναγωγὴ τῶν]
30 καρπῶν καὶ ἡ τοῦ ποταμοῦ ἀνάβασις γίνεται· ἐὰν δὲ καὶ συμβαίνηι τὴν ἐπιτολὴν τοῦ ἄστρου μεταβαίνειν εἰς ἑτέραν ἡμέραν διὰ τεσσάρων ἐτῶν, μὴ μετατίθεσθ[αι τὴν πανήγυριν]
ἀλλὰ ἄγεσθαι ὁμοίως τῆι νουμηνίαι τοῦ Παυνὶ ἐν ἧι καὶ ἐξ ἀρχῆς ἤχθη ἐν τῶι ἐνάτωι ἔτει· καὶ συντελεῖν αὐτὴν ἐπὶ ἡμέρας πέντε μετὰ στεφανηφορίας καὶ θυσιῶ̣[ν καὶ σπονδῶν]
καὶ τῶν ἄλλων τῶν προσηκόντων· ὅπως δὲ καὶ αἱ ὧραι τὸ καθῆκον ποιῶσιν διὰ παντὸς κατὰ τὴν νῦν οὖσαν κατάστασιν τοῦ κόσμου καὶ μὴ συμβαίνηι τινὰς τῶν δ[ημοτελῶν]
ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶ̣[ι θέρει]
ἄγεσθαι ἐν τῶι χειμῶνι ἐν τοῖς μετὰ ταῦτα καιροῖς, καθάπερ πρότερόν τε συμβέβηκεν γένεσθαι καὶ νῦν ἂν ἐγίνετο, τῆς συντάξεως τοῦ ἐνιαυτοῦ μενούσ[ης ἐκ τῶν]
35 τριακοσίων ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσνομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴν τῶν Εὐεργετῶν θεῶν ἐπάγεσ[θαι διὰ]
τεσσάρων ἐτῶν ἐπὶ ταῖς πέντε ταῖς ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἄπαντες εἰδῶσιν διότι τὸ ἐνλεῖπον πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐ[νιαυτοῦ]
καὶ τῶν νομιζομένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν· καὶ ἐπειδὴ τὴν ἐγ βασι[λέως]
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύ[την]
παρθένον οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον, ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸ[ν ἱερέων],
40 οἳ μέγα μεν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσείριος [ἐν τῶι]
ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀ[λ]λὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμιωμένοις ὑπάρχει· καὶ ἡ ἀναγω[γὴ τοῦ]
ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ ἑνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοιάχ, τῶν ἐκ τῶν πρώτων ἱερῶν πάντων [θυσίας]
συντελούντων ἑπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρόμου, μετὰ δὲ ταῦτα τὰ πρὸς [τ]ὴν ἑκθέ̣[ωσιν]
αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει καὶ Μνηύει εἰθισμένον ἐστιν γίνεσθ[αι],
45 δεδόχθαι συντελεῖν τῆι ἑκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς αἰδίους ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς· καὶ [ἑπεὶ εἰ]ς̣ θεο[ὺς μετῆλθεν]
ἐν τῶι Τυβὶ μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠνόμασεν ὁτὲ μὲν βασιλείαν ὁτὲ δὲ ὅ[ρασιν αὐτοῦ, καὶ ἄγουσιν]
αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι τῶι μηνί, ἐν ὧι ἡ ἀποθέωσις αὐτῆς ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ [βασιλίσσηι Βερενίκηι τῆι]
ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑο̣ρτὴν καὶ περίπλουν ἐπὶ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαι[δεκάτης, ἐν ἧι ὁ περίπλους]
καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ ἱερὸν ἄ<γ>αλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων κ[αὶ δευτέρων ἱερῶν, καὶ]
50 καθιδρῦσαι ἐν τῶι ἁγίωι, ὃ ὁ προφήτης ἤ <τις> τῶν εἰς τὸ <ἄ>δυτον εἱρημένων ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκά̣[λα]ι̣ς ὅταν αἱ [ἐξοδείαι καὶ πανηγύρεις]
τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων· εἶναι δὲ τὴ̣[ν ἐπιτιθεμένην βασιλείαν]
τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης, <ἐ>κ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπ[ιδοειδὴς βασιλεία, ταύτης]
δ’ ὀπίσω σύμμετρον σκῆπτρον παπυροειδές, ὃ εἱώθασιν αἱ θεαὶ ἔχειν ἐν ταῖς χερσίν, περὶ ὃ καὶ ἡ οὐρὰ τῆς βασιλείας ἔστ[αι πε]ριειλημένη, ὤστε καὶ ἐκ τῆς δ̣[ιαθέσεως τῆς βασιλείας]
διασαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς· καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἑν τῶι Χοίαχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριο[ς κατασκευάσαι τὰς]
55 παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἄλλα τὰ συντελούμενα νόμιμα τῆι ἑορτ[ῆι ταύτηι. ἐξεῖναι δὲ]
κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑπὸ τῶν ἐπιλεγομένων ἱερῶν παρ[θένων καὶ τὰς χρείας]
παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶν θεῶν, ὧν ἱερείαι νομίζονται εἶναι· καὶ ὅταν ὁ πρώιμος σπόρος παραστῆι, ἀναφέρε̣[ιν τὰς ἱερὰς παρθένους]
στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ· αἴδειν δ’ εἰς αὐτὴν καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν [τούς τε ὠιδοὺς ἄνδρας]
καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γράψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τὰ ἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερ[ὰς βύβλους· καὶ, ἐπειδὴ]
60 τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ ἐκ τῶν ἱερῶν, ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧ̣[ς ἂν ἡμέρας γένωνται]
τὴν συγκριθησομένην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι κατὰ λόγον τῶν ἱερῶν προσόδων· καὶ τὸν διδόμενον ἄρτον ταῖ̣[ς γυναιξὶν τῶν ἱερέων]
ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δ’ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ γραμματεῖς [ἀναγραψάτωσαν]
τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς καὶ ἀναθέτωσαν ἐν τῶι ἐπιφανεστάτωι [τόπωι τῶν τε]
πρώτων ἱερῶν καὶ δευτέρων καὶ τρίτων, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντες τοὺς Εὐεργέτας θεοὺς καὶ τὰ τέκνα αὐτῶν, καθάπ[ερ δίκαιόν ἐστιν].
Search Help