[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 246-221 BC — OGIS 1.49; Louvre 5
1 ․․αι․․ια— — — — — —
πόλεως· ἀπ[ο]δέδωκ[ε]ν δὲ Ἀντίφιλος τὸς ἀγ[ῶ]-
να ἄξιον τοῦ τε βασιλέως καὶ τῆς πόλεως,
[ὅπ]ως φαίνηται ἡ πόλις φιλοτίμως καὶ ἀξί-
5 ως ὑποδεχομένη τοὺς παρὰ τοῦ βασιλέως
[παραγ]ινομένους, δεδόχθαι τῶι δήμωι, σ[τ]ε-
[φαν]ῶσαι Ἀντίφιλον Ἀγαθάνορος κισσοῦ στε-
[φ]άνωι πατρίωι ἐν τῶ[ι θε]άτρωι τῆι πέμπτηι
καὶ εἰκάδι τῆι τοῦ βασ[ι]λ[έ]ως ἡμέραι φιλοτι-
10 [μ]ίας ἕνεκα τῆς εἰς τὸν [βασιλέα], καὶ εἶναι αὐ-
[τ]ὸν πολίτην τῆς Πτολεμαιέων πόλεως,
[δ]εδόσθαι δ’ αὐτῶι καὶ ἐγγόνοις σίτησιν
[ἐ]μ πρυτανείωι διὰ βίου κα[ὶ] προεδρίαν ἐν τοῖς
ἀγ̣ῶσιν, καὶ τοὺς πρυτάνεις καταχωρίσαι
15 [α]ὐτὸν εἰς φυλὴν Πτολεμαιΐδα καὶ δῆμον Β[ερε]-
νικέα, τὸν δὲ γραμματέα τῆς βουλῆς ἀναγ[ρά]-
[ψαι τὸ] ψήφισμα τόδ[ε] ἐν σ[τ]ήλη[ι] καὶ — — —
— — — — — — — — — — — —
Search Help