[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 285-246 BC — OGIS 1.51; Milne 18,9284
1 ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ
θεοὺς Ἀδελφούς· ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
Σωστράτευς, ὁ ἱππάρχης καὶ πρύτανις διὰ βίου, τήν τε
εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς εὔνοιαν
5 καὶ πρότερον μὲν ἔτι καὶ νῦν δὲ διὰ πλειόνων ἀπο-
δέδεικται, καὶ πρὸς τὸν Διόνυσον καὶ τοὺς ἄλλους
θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος τυγχάνει,
τοῖς τε τεχνίταις φιλανθρώπως ἅπαντα χρῆται,
καὶ κατ’ ἰδίαν ἑκάστου καὶ κατὰ κοινὸν πάντων ἀντι-
10 λαμβάνεται προθύμως καὶ ἐκτενῶν {²⁷ἐκτενῶς Milne}²⁷ ἑαυτὸν συν-
επιδιδοὺς εἰς τὸ συναύξεσθαι τὸ τεχνίτευμα,
καλῶς δ’ ἔχει τοὺς τοιούτους τῶν ἀνδρῶν ἐπι-
σημαινομένους τιμᾶν ταῖς πρεπούσαις τιμαῖς,
δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν
15 ὧν καὶ τὰ ὀνόματα ὑπογέγραπται, στεφανῶσαι
Λυσίμαχον κιττοῦ στεφάνωι κατὰ τὰ πάτρια
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας
20 τῆς εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς καὶ τῆς
εἰς τοὺς τεχνίτας, τύχηι τῆι ἀγαθῆι. ἀναθεῖναι δ’ αὐτ[οῦ]
καὶ εἰκόνα γραπτὴν ἐν τῇ προστάδι τοῦ πρυτανείου.
ἀναγράψαι δὲ καὶ τὸν γραμματέα τοῦ κοινοῦ
Δήμαρχον τὸ ψήφισμα τόδε εἰς στήλην καὶ ἀναθεῖναι
25 πρὸ τοῦ νεὼ τοῦ Διονύσου· τὸ δ’ εἰς ταῦτ’ ἀνάλωμα
δοῦναι τὸν οἰκονόμον Σωσίβιον.
I.27 Ζώπυρος ὁ πρὸς τοῖς ἱεροῖς τῆς τριετηρίδος καὶ
ἀμφιετηρίδος καὶ τούτου ἀδελφοί.
    Διονύσιος
30     Ταυρῖνος
τραγῳδιῶ {²⁷τραγῳδιῶν Milne}²⁷ ποιηταί
    Φαίνιππος
    Διόγνητος
κωμωιδιῶν ποιηταί
35     Στραταγὸς
    Μουσαῖος
ἐπῶν ποιηταί
    Δήμαρχος
    Θεογένης
40     Ἀρτεμίδωρος
κιθαρῳδός {²⁷κιθαρωιδός Milne}²⁷
    Μένιππος
κιθαριστής
    Ἡράκλειτος
45 ὀρχηστής
    Πτολεμαῖος
— — — — —
II.29 τραγῳδός
30     Μητρόδωρος
κωμῳδοί {²⁷κωμωιδοί Milne}²⁷
    Τελέμαχος
    Ἀγαθόδωρος
    Ἀπολλώνιος
35     Ἀσκληπιόδωρος Ἀπολλωνίου
    Ἀπολλώνιος
    Διόδωρος
συναγωνισταὶ τραγικοί
    Ἀπολλωνίδης Ἀρδῶνος {²⁷Ἄρχωνος Milne}²⁷
40     Κλεῖτος
    [Π]τολεμαῖος
    [Ζώ]πυρος
[χορ]οδιδάσκαλ[ος]
    — — — — —
45     — — — — —
III.29 αὐλητὴς τραγικὸς
30 @@@@*QRAIKI/DHS
σαλπικτής
    Θρασύμαχος
σκευοποιός Βάτων
πρόξενοι
35     Δημήτριος
    Φαίδιμος
    Ἀρτεμίδωρος
    Σπουδί[ας]
    Διονύσιος
40 φιλοτεχνῖται
    Δημήτριος
    Στέφανος
    Λέων
    Ἀρτεμίδωρος
45     Δημήτριος
    Ἀριστόνους
    — — — —
    — — — —
Search Help
Contact Us