[ ] Eg. — Naukratis (Kōm Giéif) — ca. 450-408/7 BC — SEG 32.1586
1 ἔδοξε τᾶι βωλᾶι κα-
ὶ τῶι δάμωι· Δέσπων
ἐγραμμάτευε, Ἀρχέ-
αναξ εἶπε· Δαμόξεν-
5 ον Ἕρμωνος ἐν Αἰγύ-
πτωι οἰκέοντα ἀγγ-
ράψαι πρόξενον Λι-
νδίων καὶ εὐεργέτ-
αν ἐν τῶι ἱαρῶι τᾶς Ἀ-
10 θαναίας καὶ ἀτέλε-
ιαν ἦμεν καὶ αὐτῶι
καὶ ἐκγόνοις καὶ ἐ-
σαγωγὰν καὶ ἐξαγω-
γὰν καὶ ἐμ πολέμωι
15 καὶ ἐν ἰρήναι, ἀγγρ-
άψαι δὲ καὶ ἐν Αἰγύ-
πτωι ἐν τῶι Ἑλλανί-
ωι Π[ο]λυ[κ]λέα Ἁλιπο-
λ̣ί̣ο̣[υ], τὸ̣ δ̣ὲ ψάφισμα
20 ἀγγρά[ψ]αι ἐστάλαι {²⁶ἐν στάλαι}²⁶
λιθίναν(!).
Search Help
Contact Us