[ ]
Eg. — Koptos (Qift) — 219 AD
1 | [ἐπ]ὶ̣ τοῖς εὐτυχεστάτοις καιρ̣[οῖς] |
[τ]ο̣ῦ κυρίου ἡμῶν Αὐτοκράτορο[ς] | |
Μάρκου Αὐρηλίου Ἀντωνείνου | |
Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ | |
5 | (ἔτους) βʹ, {²vac.}² Μεσορὴ {²vac.}² κʹ, {²vac.}² ἐπὶ |
Γεμινίῳ Χρηστῷ ἐπάρχῳ Αἰγύπτου | |
καὶ Οὐαλερίου Ἀπολ<λ>ιναρίου ἐπιτρό- | |
που ὄρους, Μ(άρκος) Αὐρήλιος Ἀπολλῶ- | |
νις β(ενεφικιάριος) τὸν κῆπον ἐκ θεμελίου ἀνῳ- | |
10 | κοδόμησεν καὶ ἐζωγράφησεν σὺν τοῖς |
φυτοῖς, ἐποίησεν ἐκ τοῦ ἰδίου | |
ἐπ’ ἀγαθῶι. |