[ ] Eg. — Tentyris (Dandara) — 98 AD — CIG 3.4716c — SB 5,3 (1950) 8331; Add. p. 546 — cf. SEG 34.1616
1 ὑπὲρ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Σε-
βαστοῦ Νεωτέρᾳ
Θεᾷ μεγίστηι Ἰσιδώ-
5 ρα Μεγίστου ἀπὸ Τεντύ-
ρων κατεσκε{δ}ύασεν {²⁶κατεσκεύασεν}²⁶ ἐκ
τοῦ ἰδίου τὸ φρέορ καὶ τὸ
περίβωλον ὑπὲρ ἁτῆς {²⁶αὑτῆς}²⁶ καὶ
ὑπὲρ Ἀρτβῶτος ἀνὲρ καὶ
10 τῶν τέκνων. τὸ προσκύ-
νημα Ἀπολλωνίου ἀ-
δελφὸς αὐτῆς,
(ἔτους) αʹ Αὐτοκράτορος
Νέρουα Καίσαρος {τ․․λ․}
15 Τραιανοῦ Σεβαστοῦ
[μηνὸς] Παυνὶ ηʹ.
καὶ πολλὰ δαπανήσας ἰς τὸ
ἱερὸν τῆς Νεωτέρας ἡ Ἰσιδώρα
εὐσεβίας χάριν, διὰ Ὥρου Λάβυ-
20 τος, φροντιστοῦ ἱεροῦ Ἀφροδί-
της Θεᾶς Νεωτέρας, ἐφρόντισε
τοῦ ἱεροῦ καὶ τοῦ φρητὸς καὶ τῶν
λυπῶν {²⁶λοιπῶν}²⁶ ἔργων εὐσεβίας χάριν.
Search Help
Contact Us