[ ] Eg. — Philai Isl. — 577 AD
1 τῇ τοῦ δεσπότου <θ>ε(ο)ῦ προνοίᾳ καὶ τύχῃ τῶν
εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλα(βίου) Ἰουστίνου
καὶ Αἰλίας Ϲοφίας αἰωνίων Αὐγούστων καὶ αὐτο-
κρατόρων καὶ τοῦ θεοφυλάκτου Καίσαρος Τιβερίου
5 Νέου Κωνσταντίνου καὶ φιλανθρωπίᾳ Θεοδώρου τοῦ
πανευφήμου δεκουρίωνος καὶ δουκὸς καὶ αὐγουσταλί-
ου τῆς Θηβαίων χώρας τὸ αʹ ἀνεκτίσθη τὸ τεῖχος τοῦτο
εὐχαῖς τῶν ἁγίων μαρτύρων καὶ τοῦ ὁσιωτάτου ἄββα Θεοδώρου
ἐπισκ(όπου) ἐκ σπουδῆς καὶ ἐπιεικίας Μηνᾶ τοῦ λαμπρ(οτάτου) σι̣γγουλαρίου τῆς
10 δουκιανῆς τάξεως, ἐν μηνὶ Χοίακ ιηʹ, ἰνδικ(τίωνος) ιαʹ, ἐπ’ ἀγαθ<ῷ>. ☩
Search Help
Contact Us