[ ] Eg. — Philai Isl. — 1st c. AD
I.1 ἤλθομεν, Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον,
  Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι,
καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἴγυπτον πολύολβον
   αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις.
5 χαῖρε, ἄνασσα φίλα, χαίροις θ’ ἅμα καὶ σύ, Σάραπι,
γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον,
   καὶ πέμψαις ἡμᾶς σώους ἐς Κρόνου ἐμπόριον.
II                    ἄλλο.
1 νῆσον ἐ<ς>, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν,
  Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι,
EI)/DOMEN E)N *NEI/LWI POTAMW=I NE/AS W)KUPOROU/SAS,
   ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων
5 γαῖαν ἐς ἡμετέρην, πυρηφόρον, ἀξιθέωρον,
ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνουσιν.
Search Help
Contact Us