[ ]
Eg. — Philai Isl. — 7 BC
1 | κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα |
τίμιον ἀμπαύσας ἔγμαθε καὶ χάρισαι | |
λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι, | |
οὐ κενὰ μηνύων, οὗπερ ἔφυν γενέτου· | |
5 | τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου, |
καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλά, Φίλαι· | |
νικῶμαι πέτραις τε καὶ οὔρεσιν ὦ καταράκται· | |
κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα | |
νοστήσας, καὶ ἰδὼν Νικάνορα καὶ γένος· ἄλλο | |
10 | ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος. |