[ ]
Eg. — Philai Isl. — 7 BC
| 1 | κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα |
| τίμιον ἀμπαύσας ἔγμαθε καὶ χάρισαι | |
| λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι, | |
| οὐ κενὰ μηνύων, οὗπερ ἔφυν γενέτου· | |
| 5 | τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου, |
| καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλά, Φίλαι· | |
| νικῶμαι πέτραις τε καὶ οὔρεσιν ὦ καταράκται· | |
| κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα | |
| νοστήσας, καὶ ἰδὼν Νικάνορα καὶ γένος· ἄλλο | |
| 10 | ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος. |