Philae 143
[ ] Eg. — Philai Isl. — 7 BC
1 κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα
    τίμιον ἀμπαύσας ἔγμαθε καὶ χάρισαι
λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι,
    οὐ κενὰ μηνύων, οὗπερ ἔφυν γενέτου·
5 τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου,
    καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλά, Φίλαι·
νικῶμαι πέτραις τε καὶ οὔρεσιν ὦ καταράκται·
    κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα
νοστήσας, καὶ ἰδὼν Νικάνορα καὶ γένος· ἄλλο
10     ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος.
Search Help
Contact Us