[ ]
Eg. — Philai Isl. — 7 BC
Κατ(ιλίου) | |
1 | Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι, |
Ζανὶ τῶι ἐκ Ζανὸς πατρὸς Ἐλευθερίωι, | |
δεσπόται Εὐρώπας τε καὶ Ἀσίδος, ἄστρωι ἁπάσας | |
Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας, | |
5 | ἱαρᾶι ἐν πέτραι τὸ Κατίλιος ἁγνὸν ἔθηκε |
γράμμ’, ἀπ’ Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος, | |
καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον, | |
Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα, | |
στάλαι ἐνεστάλωσεν, ἵν’ εἰς τόδε νάσω ἔδεθλον | |
10 | πᾶς ὁ μολὼν ὑμνῆι τὸν χθονὸς ὀλβοδόταν· |
ταὶ δὲ Φίλαι φωνεῦντι καλὸν πέρας Αἰγύπτοιο | |
ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας. | |
Κατιλίου τοῦ καὶ | |
Νικάνορος | |
15 | τοῦ Νικάνο[ρος]· |
(ἔτους) κγʹ Καίσαρος, | |
Φαμενὼθ ιβʹ, | |
ἐπὶ Νείλου στρατηγοῦ. |