[ ] Eg. — London, British Mus. — 210-204 BC — SB 5.8771
1 ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βα-
σιλίσσης Ἀρσινόης καὶ Πτολεμαίου
τοῦ υἱοῦ, θεῶν Φιλοπατόρων, τῶν
ἐκ Πτολεμαίου καὶ Βερενίκης θε-
5 ῶν Εὐεργετῶν, Ἄρηι Νικηφόρωι Εὐάγρωι
Ἀλέξανδρος Συνδαίου Ὀροαννεύς,
ὁ συναποσταλεὶς διάδοχος
Χαριμόρτωι τῶι στρατηγῶι ἐπὶ
τὴν θήραν τῶν ἐλεφάντων, καὶ
10 Ἀπόασις Μιορβόλλου Ἐτεννεὺς
ἡγεμὼν καὶ οἱ ὑπ’ αὐτὸν τετα-
γμένοι στρατιῶται.
Search Help
Contact Us