1
|
Πολ̣ύ̣φ̣αντος(?) [ὁ] καὶ Τοῦτος,
|
|
[(ἔτους) —ʹ Γ]α[λ]λιηνοῦ, Μεχεὶρ κζʹ,
|
|
[ἐπὶ — —]ρωνίου εὐχαριστήσας τῷ
|
|
[Σαράπιδι] καὶ τῇ Ἴσιδι καὶ τῷ Ἀπόλλωνι καὶ
|
5
|
[τοῖς συν]νάοις θεοῖς πᾶσι ἐποίησα τὸ ἱερὸν
|
|
[ὑπὲρ] Βερενείκης καὶ τὸ ζῴδιον, καὶ ὀρύξας
|
|
[τὸν λάκκον τοῦ ὑδ]ρεύματος ἀπὸ θεμελίου ἐ̣κ̣ [τ]ῶ[ν]
|
|
[ἐμῶν κα]μάτων ἀνέθηκα ἐπ’ ἀγαθῷ
|
|
σὺν τοῖς τέκνοις καὶ τοῖς σὺν ἐμοὶ ἐργαζομένο[ις],
|
10
|
καὶ [ἐ]ποίησα φιάλιον ἀργυροῦν παρὰ τῶι θεῷ [Σ]α̣ρ[ά]-
|
|
[πιδι κ]αὶ παρὰ τῇ κυρίᾳ Ἴσιδι τῇ Σενσκειτηνεῖ.
|
|
ὁμοίως φιάλην ἀργυρᾶν (λιτρῶν) βʹ, ταῦτα πάντα ἐκ τῶν ἐμῶν
|
|
καμάτων εὐχαριστήσας τῷ Σαράπιδι τῷ Μινί. ἐνώρυξ̣α
|
|
τὸν λάκκον μηνὸς Παυνὶ καʹ, καὶ [μην]ὸς Μεχεὶ[ρ] κ̣ζʹ τὸ ἱερὸν ἐποί|ησα.
|